τῆς εὐχῆς. Συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνου αἵματος τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ. Πολλὰ γάρ ἐστιν ἄτοπα κατὰ τὴν οὕτως ἀόριστον εὐχὴν εὐλαβησόμενα, ὧν τοῦ μὴ γενέσθαι ὁ θεὸς προνοησάμενος συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ τῆς εὐχῆς. Ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυ λάττων διὰ τῆς θυσίας τῆς θυγατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐ τοῦ γέγονεν ἡ μνήμη ἐν τῷ καταλόγῳ τῶν δικαίων. Ἐρώτησις ρ. Eἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθο δόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται, διὰ τί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθο δόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετι κῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν; Ἀπόκρισις. Eἰ μὲν διὰ τῶν αἱρετικῶν ζώντων ἢ ἀποθανόντων ἡ θεία χάρις ἐνήργει τὰ χαρίσματα, εἶχεν ἂν τὸ γινόμενον εὔλογον ἀπο ρίαν· εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι, προφῆταί τε καὶ μάρτυρες, δῆλον ὅτι τοῖς θείοις ἔργοις διαμαρτύρεται τῷ κόσμῳ ὁ θεὸς ἐκείνων εἶναι τὰς ἐκκλησίας, δι' ὧν θαύματα ἐκτελεῖται, τουτέστι τῶν ὀρθοδόξων. Ἐρώτησις ρα. Eἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάσσειν τὰ ἥσσονα, ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται, πρότερον τὰ τοῦ νό μου, εἶθ' οὕτως τὰ εὐαγγέλια παρειληφότων μαθήματα, πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν, πρὸ τῶν ἡσσόνων τὰ μείζονα διδασκόμενοι; Λέγω δὴ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα. Μιᾶς γὰρ ἡμῶν τε καὶ τῆς αὐτῶν φύσεως, μίαν εἶναι καὶ τὴν τάξιν ἐχρῆν τῆς μαθήσεως, ἐπειδὴ καί, ἐὰν μὴ ἐν τοῖς μαθήμασι φθάσῃ τὰ χείρονα, τὰ ἀμείνω κωλύεται. Ἀπόκρισις. Eἰ τὴν ἀνάγκην, ἣν ἔχει ἐκεῖνα τὰ μαθήματα, ὧν, εἰ μὴ προηγεῖται τῶν ἡσσόνων ἡ μάθησις, τὰ ἀμείνω κωλύεται, ταύ την εἶχε τὰ ἡμέτερα μαθήματα, καὶ ἀνακολούθως μαθεῖν τὰ ἡμέτερα μαθήματα· ἀλλ' ἐπειδὴ δυνατὸν τὰ ἡμέτερα μαθή ματα καὶ ἀνακολούθως μαθεῖν, δῆλον ὅτι ἀπήλλακται τὰ ἡμέ τερα μαθήματα ἐκείνης τῆς ἀνάγκης. Τὸ ἀνάγκης δὲ ἀπηλ λαγμένον, ὡς ἂν γίνηται, ἀδιάβλητόν ἐστιν ἐπὶ τῇ ἀνακολου θίᾳ. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λύσιν τοῦ ἐν τῇ ἐρωτήσει