1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

45

τοι δωτὴρ πάντων ἀγαθῶν τε κακῶν τε, ὃς καὶ τικτομένοισι χρόνον ζωῆς ἀφορίζει καμμίξας φαυλοῖσι καλοῖσι τε σῶμα βροτεῖον. κείνους δαίμονας ὅστις ἑῇ σοφίῃ προσέλοιτο, γνώμην τε σχοίη, ποίοις χαίρουσιν ἐν ἔργοις, πάντων ἂν προφέροιτο νόῳ καὶ πράξεσιν ἐσθλαῖς, ἐσθλὰ παρ' ἐσθλοῦ δῶρα φέρων καὶ φαῦλα προφεύγων. 4.102 Ἰούλιος. Τὸν Ἰούλιον μῆνα πέμπτον μὲν ἄν τις ἀπὸ τοῦ πολιτικοῦ, ἕβδομον δὲ ἀπὸ τοῦ ἱερατικοῦ λάβοι ἐνιαυτοῦ· ἀπὸ γὰρ τοῦ Μαρτίου-ἐκεῖνος δὲ ἦν ὁ παρὰ Ῥωμύλου τεθεὶς εἰς ἀρχὴν τοῦ πολιτικοῦ ἐνιαυτοῦ-πέμπτος ἐστίν, ὅθεν καὶ Κυντίλιος τὸ πρὶν ὠνομάζετο· ἕβδομος δὲ ἀπὸ τοῦ Ἰανουαρίου· ἱερατικὸς δὲ οὗτος κατὰ τὸν Νουμᾶν. ὁ τοίνυν Καῖσαρ οὐ τύχῃ μόνον, ἀλλὰ καὶ ἱερωσύνῃ κοσμούμενος-καὶ γὰρ πόντιφεξ ἦν, οἱονεὶ γεφυραῖος ἀρχιερεὺς ἢ θεουργός, διὰ τὴν ἐξ Ἀφροδίτης σειράν- εὑρὼν τὸν Κυντίλιον μῆνα τὴν προσηγορίαν μετέβαλεν, οὐ διὰ τὴν τοῦ ἀριθμοῦ μόνον τελειότητα, ἀλλὰ καὶ διὰ τὸ αὐτὸν ἐκεῖνον κατὰ τὴν πρὸ τεσσάρων Εἰδῶν τοῦ μηνὸς τούτου τεχθῆναι. Καῖσαρ δὲ ὠνομάσθη, οὐ καθώς φασιν οἱ παλαιοί, ἐκ τῆς ἀνατομῆς τῆς γαστρὸς Αὐρηλίας τῆς μητρὸς αὐτοῦ, ἧς δῆθεν ἀποβιούσης ἐγκύμονος αὐτὸν ἀνατμηθείσης ἐκείνης ληφθῆναι· τὸ δ' ἀληθὲς κεκριμένον τοῖς ἱστορικοῖς περὶ τῆς τοιαύτης αὐτοῦ προσηγορίας τοιοῦτόν ἐστιν· ἐπὶ τοῦ Φοινικικοῦ πολέμου, ὅτε ὁ Σύφαξ Ἀννίβᾳ συνεμάχει, λέγεται Γάϊον Ῥουτίλιον-πρόγονος δὲ οὗτος παλαιὸς τῷ Καίσαρι γέγονε-ἐν αὐτῇ τῇ παρατάξει μαχόμενον τοσαύτῃ δυνάμει ἐπαφεῖναι τὸ δόρυ κατὰ τοῦ Μαυρουσίου, ὥστε τὸν ἐλέφαντα, ᾧ ἐπωχεῖτο ὁ πολέμιος, καταβαλεῖν, κἀκεῖθεν τὴν Καίσαρος ἐπωνυμίαν λαβεῖν, ἐπεὶ παρὰ Φοίνιξιν ὁ ἐλέφας τὸ ζῶον καῖσαρ λέγεται. Οὐάλης δὲ, ὃς καὶ αὐτὸς τὰ Καίσαρος ἔγραψε, φησὶν ἄριστον μὲν αὐτὸν καὶ πρεπωδέστατον ἐν μεγέθει γενέσθαι, ἔτι μὴν καὶ κομήτην· τὴν γὰρ κόμην πατρίως οἱ Ῥωμαῖοι καισάριεν προσαγορεύουσι, καί φησιν, ὡς διὰ τὸ ἐξ αὐτῆς κάλλος Καῖσαρ προσηγορεύετο. κύριον δὲ αὐτῷ ὄνομα Γάϊος, εὐγενείας δὲ σημαντικὸν Ἰούλιος, ἀπὸ Ἰούλου τοῦ Αἰνείου τοῦ Ἀφροδίτης,ἀρετῆς δὲ ὁ Καῖσαρ. 4.103 Θεοδόσιος ὁ μικρὸς νεωτερίζων τὸ τῆς Ὀλυμπιάδος ἐκ τῶν χρόνων ἀπήλειψεν ὄνομα. 4.104 Ὅτι τὸν Καίσαρά φασιν ἐξ ἀπείρου χειμῶνος ἐπιληψίᾳ περιπεσεῖν· θεραπευθῆναι δὲ ὕστερον ἡρακλείου βοτάνης χυλὸν σὺν πυτίᾳ φώκης ἑλκύσαντα. καὶ Καῖσαρ μὲν οὔπω θαυμαστὸν εἰ καὶ φώκης πυτίας ηὐπόρησεν· Ἀρέτας δὲ ὁ τῶν Σκηνιτῶν Ἀράβων φύλαρχος Κλαυδίῳ Καίσαρι γράφων ἐπιστολὴν περὶ τῆς δι' ὀρνέων θεραπείας φησίν, ἧπαρ γυπὸς σὺν τῷ αἵματι ὀπτὸν μετὰ μέλιτος διδόμενον ἐπὶ ἑβδομάδας τρεῖς ἀπαλλάττειν ἐπιληψίας, ὁμοίως δὲ καὶ τὴν καρδίαν τοῦ γυπός, ὅτε ξηρανθῇ, ἐν ὕδατι διδομένην τῷ ἴσῳ τρόπῳ ἰσχύειν. 4.105 Ὅτι οἱ πολλοὶ τῶν ἱστορικῶν φασι τὸν Καίσαρα ἑπτάμηνον τεχθῆναι, καὶ διὰ τοῦτο τὸν ἕβδομον μῆνα τοῦ ἱερατικοῦ ἐνιαυτοῦ εἰς τὴν οἰκείαν μεταβα λεῖν προσηγορίαν. οὐδεὶς δὲ ἄλλος ἠνδραγάθισεν ὡς οὗτος. 4.106 Χρησμὸς ἐδόθη Ῥωμαίοις πρὸς τῆς Μητρός, μηδ' ὅλως ἀφροδισίοις χρῆσθαι ἀνὰ πάντα τὸν Ἰούλιον μῆνα, εἴπερ αὐτοῖς ὑγιαίνειν τὰ σώματα μέλλοι. 4.107 Κατὰ τὸν ἐν λέοντι ἥλιον ἀναχεῖται ὁ Νεῖλος. Ἰλὰς ὄνομα τῷ Νείλῳ πρότερον, εἴτα Αἴγυπτος ἐξ Αἰγύπτου, εἶτα Χρυσορρόας καὶ τὸ λοιπὸν Νεῖλος ἀπὸ βασιλέως οὕτω καλουμένου· τὸ γὰρ δόξαν τοῖς γραμματικοῖς ἀπὸ τῆς νέας ἰλύος ὠνομάσθαι τὸν Νεῖλον πρὸς ἐτυμολογίαν ὁρᾷ. περὶ τῆς ἐν θέρει τῶν ὑδάτων ἐπιδόσεως Ἀναξαγόρας φησί, τὰς τῆς Αἰθιοπίας τηκομένας χιόνας ἀποστέλλειν τὸν Νεῖλον. καὶ ταύτης ἐστὶ τῆς δόξης ὅ τ' Αἴσχυλος καὶ Σοφοκλῆς καὶ Εὐριπίδης. ὁ δὲ μέγιστος ἐν φιλοσόφοις Ῥωμαίοις Σενέκας ἀντιλέγει φάσκων ἐμπυροτάτην εἶναι τὴν Αἰθιοπίαν, ἔνθεν καὶ διακαίεσθαι τὰ σώματα