ἀναλογιζόμενος, εἰς οἵας τύχας ὁ ἀνόσιος καὶ παλαμναῖος Ἰωάννης τὸ ἐμὸν συνέκλεισε γένος, τὸν μὲν αὐτοκράτορα καὶ θεῖον ἐμὸν, εὐεργέτην δὲ αὐτοῦ, κοιμώμενον λέοντα κτείνας ἀνηλεῶς, ἐμὲ δὲ μάτην περιορίσας, τόν τε φύντα καὶ τὸν ὁμαίμονα ὠμῶς καὶ ἀφιλανθρώπως ἀποτυφλώσας ἐπὶ προφάσει μηδεμιᾷ, τὸν βίον ἀβίωτον τίθεμαι. διὰ ταῦτα μὴ κάμνε προτρέπων, ἐς χεῖρας ἀλάστορος ἐχθροῦ τὴν ἐμαυτοῦ προέσθαι ζωήν. οὐδὲ γὰρ πείσεις. ἀλλ' ἀνὴρ ὢν καὶ αὐτὸς, καὶ ἀκινάκην παρεζωσμένος, ἀγωνίσομαι τοῖς κειμένοις τοῦ γένους μου. πάντως δὲ δυσὶ πράγμασι τῆς τύχης ᾐωρημένης, θάτερον τούτων ἐκβήσεται· ἢ γὰρ εὐκλείας βασιλικῆς ἐπιτεύξομαι, καὶ τοῖς παλαμναίοις ἐντελὲς παρέξω τὸ ἀνταπόδομα· ἢ γενναίως τὸ μεμορμένον ἀποίσομαι, μιαροῦ τυράννου καὶ ἀνοσίου ἀπαλλαγείς. εʹ. Ταύτην ὁ Σκληρὸς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, καὶ ἀπογνοὺς, ὡς οὐκέτι συμβουλίαις πείσει τὸν εἰς ἀπόνοιαν ἐκ προπετείας κατολισθήσαντα, τὴν στρατιὰν κατὰ ἴλας καὶ σπείρας 120 διατάξας, τὴν ἐπὶ τὸ ∆ιπόταμον ᾔει. ἐκεῖσε δὲ ἀφικόμενος, ἐς τὸ τοῦ Φωκᾶ Βάρδα κατασκόπους ἐξαπιναίως στέλλει στρατόπεδον, εἰς ἐπαιτούντων σχῆμα μετασκευάσας αὐτοὺς, δηλώσοντας τὰς βασιλικὰς ὑποσχέσεις καὶ ἀμνηστίαν τῶν τολμηθέντων τοῖς προηγουμένοις τῆς στρατιᾶς, καὶ προσέτι ἀπαγγελοῦντας, ὡς, εἰ μὴ τοῦ ἀποστάτου θᾶττον ἀποῤῥαγεῖεν, καὶ πρὸς βασιλέα σπείσοιντο, τὸν στρατηλάτην μετὰ τῆς ὁμαιχμίας ἐπιθήσεσθαι καιροφυλακήσαντα, καὶ ὡς ἀντιπάλοις χρήσασθαι. οἱ δὲ, τούτων ἐνωτισθέντες τῶν λόγων, καὶ τοῦ ἐπ' ἀδήλοις σκιαμαχεῖν ταῖς τύχαις τὰς παρὰ τοῦ αὐτοκράτορος διδομένας τιμὰς ἑλέσθαι μᾶλλον συνοῖσον εἶναι σκεψάμενοι, νυκτὸς ἐπελθούσης, τῆς τοῦ Φωκᾶ διαστάντες ἑταιρίας, πρὸς τὸν στρατηλάτην ἀπηυτομόλησαν. ὧν οἱ προὔχοντες Ἀνδράλεστος ἦν ὁ Πατρίκιος, αὐτανεψιὸς τοῦ Φωκᾶ, καὶ ὁ Ἀμπελᾶς Συμεών. Βάρδας δὲ, τὸν τούτων δρασμὸν διαγνοὺς, καὶ ὅπως ἀπροφασίστως αὐτοῦ ἀπεῤῥάγησαν, ἤσχαλλεν, ὡς εἰκὸς, καὶ τοὺς ὑπολειφθέντας ἱκετείαις ἐξελιπάρει, μὴ καταπροδοῦναι λέγων αὐτὸν, καὶ ὃν συνίστορα Θεὸν καὶ ἔφορον τῶν ὅρκων πεποίηνται· ἀγωνίσασθαι δὲ μᾶλλον εἰς δύναμιν, καί οἱ δεινὰ πεπονθότι συνάρασθαι· οὐδὲ γὰρ τὸν Σκληρὸν, ἔφη, αὐτοῖς ἐξισχύειν συστάδην ἀντικαθίστασθαι, εἴγε μὴ νωθρῶς αὐτοὶ καὶ ἀνειμένως χωροῖεν ἐπὶ τὸ πολεμεῖν. καὶ ὁ μὲν ἐλιπάρει ταῦτα ποτνιώμενος· οἱ δὲ, καὶ αὖθις τοῦ στρατοπέδου ὑπεκρέοντες, τῷ στρατηλάτῃ Σκληρῷ προσετίθεντο. λέγεται βαθείας ἄρτι νυκτὸς ἐνισταμένης, 121 περιπαθῆ γενόμενον τὸν Φωκᾶν τῷ δρασμῷ τῶν συνωμοτῶν, ἀγρυπνεῖν καὶ ἀλύειν, εὐχαῖς τε τὸ θεῖον ἐξιλεοῦσθαι, τὸ ∆αβιδικὸν ἐκεῖνο κατεπᾴδοντα λόγιον· ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με. αἰφνίδιον δὲ φωνὴν ἐξ ἀέρος ἐνηνεγμένην αὐτοῦ τὰ ὦτα περιβομβεῖν, μὴ περαιτέρω τοῦ ψαλμοῦ χωρεῖν διακελεύουσαν· ὡς τοῦ στρατηλάτου Βάρδα κατ' αὐτοῦ τὰ τοιαῦτα τοῦ ψαλμοῦ προεξαιτήσαντος λόγια. ἐπιτρὶς δὲ αὐτῷ τῆς τοιαύτης ἐνηχηθείσης φωνῆς, θαμβηθῆναί τε τῷ καινῷ τοῦ χρησμοῦ, καὶ τῆς εὐνῆς διαναστῆναι περιδεῶς, καὶ τὴν τῆς ἕω φαῦσιν ἐκδέχεσθαι. ϛʹ. Ἤδη δὲ τῆς ἡμέρας σταθερῶς διαυγαζούσης, τοῦ ἵππου ἐπιβῆναι καὶ διϊέναι τὸ στράτευμα, ἐρεῖσαί τε τοῖς πεδίλοις τὸν ὀφθαλμόν. ἐρείσαντι δὲ φαντασίαν γενέσθαι ἀλλόκοτον. δόξαι γὰρ οὐκ ἐρυθρὰ ταῦτα τυγχάνειν, ἀκραιφνῶς δὲ μελεμβαφῆ. ἐρέσθαι τε τοὺς ἀμφ' αὐτὸν, ἀνθ' ὅτου τὸν τοσοῦτον πλάνον καθυποσταῖεν, καὶ μὴ τὰ τῆς βασιλείας, ἀλλ' ἰδιωτικὰ, αὐτῷ ἐπορέξειεν πέδιλα. τοὺς δὲ ἀποκρίνασθαι, τὰ κοκκοβαφῆ πέλειν, αὐτῷ δὲ ταῦτα κατανοεῖν ἀκριβῶς συνεβούλευον. τὸν δὲ ἐπιβαλεῖν τούτοις τὸν