φάλαγγας τῆς στρατιᾶς συνταχθείσης, τοῦ βασιλέως προάγοντος προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντων δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμενον, ἓν δὲ τῶν ἑσπερίων ἀριθμῶν, καὶ τοῦ συνήθους θρασύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς φυγὴν εὐθὺς ἀπιδεῖν κατηνάγκασαν. προβιβάζοντος δὲ τοῦ βασιλέως τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν τῶν πολεμίων πλῆθος τοῖς φεύγουσι συνδιέφυγεν. ἐπεὶ δὲ κατὰ νώτων τῶν ἐναντίων ἐλαύνοντες 127 οἱ Ῥωμαῖοι, προηγουμένου καὶ μισθοφορικοῦ τῶν Σκυθῶν, παρῆλθον τοὺς μηνοειδεῖς ἐκείνους ἀγκῶνας καὶ κατόπιν ἐγένοντο, λόχος Τουρκικὸς καθήμενος ἐν ἀδήλῳ τῇ Ῥωμαϊκῇ παρεμβολῇ προσεπέλασεν, ἐν οὐκ ὀλίγοις ἀνδράσι παραμετρούμενος· οὓς οἱ παραλειφθέντες εἰς φυλακὴν στρατιῶται δεξάμενοι, πρὸ πάντων δ' οἱ Φράγγοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκανῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδενὸς τῶν ἱσταμένων ταγμάτων Ῥωμαϊκῶν τοῖς Φράγγοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. ἐν τούτῳ δὲ ὑπέστρεψεν ὁ βασιλεὺς τῆς διώξεως· πρὸς ἑσπέραν γὰρ ἦν, ἐπεὶ καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν συνίστατο, ἠρέμα τοῦ στρατοπέδου βαδίζοντος πρότερον καὶ περιέποντος τοὺς ἀσθενεστέρους καὶ πεζοὺς διὰ τὴν τοῦ πολέμου προσδοκίαν, ὡς παρὰ τῶν σκοπῶν ἀπηγγέλλετο. τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων κατεῖδε καὶ τῇ τελευταίᾳ ψήφῳ τούτους παραδοθῆναι προσέταξε, μηδενὸς τὸ παράπαν φεισάμενος, μήτ' αὐτοῦ τοῦ τὴν ἡγεμονικὴν αὐχοῦντος λαμπρότητα, ὃς καὶ ἀπὸ τῆς ἐσθῆτος (λαμπρειμονῶν γὰρ ἦν ἐν τοῖς ὅπλοις καὶ τῇ ἄλλῃ σκευῇ) ἐμαρτυρεῖτο τοιοῦτος, εἰ καὶ πολλῶν λύτρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο, καὶ Ῥωμαίους αἰχμαλώτους ἑαυτοῦ ἀντιδοῦναι τῷ πλήθει πολλούς. Τριημερεύσας δ' ἐν τῇ παρεμβολῇ ὁ βασιλεύς, τῷ προτερήματι τούτῳ κόρον δῆθεν λαβὼν ἢ μεγαλαυχῶν, πολλὴν 128 ἄδειαν δέδωκε τοῖς ἐναντίοις εἰς τὴν ἀποφυγήν, ὥστε μηδὲ τῆς λείας ἀποσχέσθαι, ἀλλὰ καὶ ταύτην ἐλαύνειν καὶ ἀλύπως τὸν δρόμον καὶ περιεσκεμμένως ποιεῖν. ὡς δ' ὁ βασιλεὺς ἀπαναστὰς ἐκεῖθεν πανστρατιᾷ κατόπιν ἐβάδιζε, διεπεραιώθησαν τὸν Εὐφράτην ποταμὸν οἱ πολέμιοι. οἳ δέ, ὡς ἀπὸ διαστήματος μιᾶς ἡμέρας ἢ καὶ πλείονος τῆς Μελιτηνῆς στρατοπεδευσάμενος, βουλὴν βουλεύεται λίαν ἀγεννῆ καὶ ἐπίκρημνον· καὶ συνέστησεν ἤδη ταύτην, πάντων συνεπινευσάντων τὸ τοιοῦτον προβούλευμα διὰ τὸ λύειν τὴν στρατιὰν καὶ τὴν ἐπ' οἴκου ἀπαναχώρησιν ἐπαγγέλλεσθαι. καὶ ἡ σκῆψις, ὅτι περ οἱ πολέμιοι προτρέχοντες εἰς τὰ πρόσω, καὶ μηκέτι συνελθεῖν εἰς χεῖρας τοῖς Ῥωμαίοις ἰσχύοντες, ἀκατάληπτοι πάντως εἰσί, καὶ εἰς κενὸν ὁ δρόμος τοῖς διώκουσιν ἡμῖν παραγίνεται, καὶ διὰ τοῦτο δέον ἐστὶν ἀπόμοιραν περιλειφθῆναι Ῥωμαίων πρὸς ἀντιπαράταξιν ἀξιόχρεων, τὸν δὲ βασιλέα μετὰ τῆς λοιπῆς ὑποστρέψαι δυνάμεως καὶ πρὸς τὰς οἰκίας ἕκαστον ἀποπέμψαι, κἀκεῖνον εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ὡς ἂν διαναπαυθεὶς ὁ στρατὸς ἰσχυρότερος ᾖ πρὸς τὸ ἐπιὸν ἔτος, πολέμου τυχὸν γενομένου ῥαγδαιοτέρου δι' ἐπιδημίας τοῦ τῶν ἀλλοφύλων ἐξάρχοντος. Ἐπεὶ δὲ τουτὶ τὸ ψήφισμα ἐκυρώθη, ἀνάμνησις γέγονε τῷ βασιλεῖ τῶν τοῦ στρατοπέδου κριτῶν. καὶ μετακαλεσάμενος ἡμᾶς μόνους ἐν τῷ δειλινῷ, τήν τε βουλὴν ὡς εἶχεν ἀνεκοινώσατο, καὶ γνώμην ἡμετέραν περὶ ταύτης ἐζήτησε. καὶ 129 οἱ μὲν ἄλλοι τῶν δικαστῶν, μαρτυρούσης μοι τῆς ἀληθείας αὐτῆς (οὐ γὰρ θρυπτόμενός τι λέξω ἢ ἐξαίρων ἐμαυτὸν, ἢ σεμνόν τι καὶ παρὰ τῶν ἀνθρώπων θηρεύων ἔπαινον· οὐδὲ γὰρ ἐμαυτῷ σύνοιδά τι ζηλωτόν τι καὶ περιδέξιον οὐδ' ὑπεροχῆς τι μέτριον λείψανον· ἀγαπητὸν γὰρ εἰ καὶ τοῖς ἐσχάτοις τῶν λόγου ποσῶς μετεχόντων συνταττοίμην)οὗτοι οὖν οἱ τῆς ἐμῆς τάξεως καὶ κοινωνίας ἢ ἑταιρίας συνεπαινέται καὶ αὐτοὶ τοῖς προβεβουλευμένοις γεγόνασι, μόνος δ' αὐτὸς ἐσιώπων ἱστάμενος. ὁ δὲ βασιλεὺς συμμετρησάμενος τὸ ἠρεμαῖον τῆς κατ' ἐμὲ παραστάσεως, λόγον ἐξῃρημένως