ἐμὴν γλῶσσαν προφθάνουσιν, ἐμοῦ κατασκεδαννύντες ἃ τῆς αὐτῶν ἀπληστίας ἕνεχ' ἡμάρτανον, καὶ θαρρῶν προσεδόκων τὸ δικαστήριον ὡς ἀπὸ πρώτης ἐλέγξων γραμμῆς. τί γὰρ ἄλλο εἶχον λογίσασθαι, ἄνθρωπος τὴν ἐναντίαν οἷς οὗτοι κατηγορήκασι καὶ πράττων καὶ λέγων κἀκ τούτων οἰόμενος μᾶλλον στεφανωθήσεσθαι, ὑφ' ὧν νῦν πάσχω τὰ ἔσχατα; Ἧκεν οὖν ἡ κυρία, καὶ αὐτὸς ἀπήντων λαμπρὸς καὶ χαρίεις τῷ σχήματι τοῖς εἰδόσι τὰ τῶν κατηγορούντων ἐγκλήματα καὶ μὴ συνειδόσιν ὅτι αὐτὸς εἰδείην οὐδέν. εὐθὺς καταγέλαστος καὶ ἀναισχυντίας μοι σκῶμμα παραυτὰ προσετρίβετο καὶ εἰσῄειν οὐδὲν ὅτι μὴ τὸν δήμιον ἐν θατέρᾳ τῶν πλευρῶν ἔχων. οἱ δὲ εἱστήκεισαν-καὶ τί ἂν ἢ πῶς εἰδόσιν ὑμῖν διαλέγοιμι; -πάντα συγκείμενοι πιθανῶς καὶ ἀπὸ τοῦ σχήματος θηρώμενοι τὸν ἀκροατήν. καὶ βαβαὶ τοῦ κύκλου τῶν προοιμίων, ὡς ἐν τῷ νῦν γένοιντο, ὡς τὰ συνήθη πρὸς ἐμὲ διαλέγοιντο τἆλλα, καὶ τελευταῖον ὡς ἀπ' οὐδεμιᾶς ἀκολουθίας εἰς βασιλέα ἀπέσκωψα, τὰ ἐξυβρίσας καὶ τά, ἃ μηδ' ἂν μία εἴποι γλῶττα. ἀλλὰ ῥαγεῖεν οἱ πρώτως ταῦτα φθεγξάμενοι. ἐκεῖνοι μὲν οὖν ἄλλο συνεφόρουν ἐπ' ἄλλῳ· ἐγὼ δ' αὖ εἱστήκειν εὐθὺς καὶ ἀπόπληκτος, καὶ πῶς γὰρ οὔ, ὃς νῦν μεμνημένος ἰλίγγου καὶ σκοτοδίνης πληροῦμαι. οἱ δ' οὐκ ἠρυθρίων πολλάκις ἀνακυκλοῦντες ταὐτά. ἐδέδετο δέ μοι τὸ στόμα, ἀπεκεκλείσμην δὲ καὶ φωνῆς καὶ πνοῆς, ἑτέραν μὲν παρεσκευακὼς ἀπολογίαν, εἰς ἑτέραν δ' ἀναγκαζόμενος. καὶ εὐθὺς ἡ σιωπὴ ἀρχὴ πίστεως ἦν, καὶ τὸ μὴ εἰδέναι ὡς εἰδείην μέν, οὐκ ἔχω δ' ἀπολογήσασθαι· μόλις δ' ἐκβιασθεὶς εἰπεῖν οὐδὲν ὅτι μὴ παρεγραφόμην ὡς ψευδεῖς τὰς φωνὰς καὶ τὰς ἀποδείξεις ἐζήτουν καὶ μὴ τηνάλλως κατηγορεῖν. οἱ δ' αὐτοί μοι παρέφθασαν, κατήγοροί τε ἅμα καὶ μάρτυρες ὥσπερ ἄλλοι τινὲς γινόμενοι καὶ τοὺς οἰκείους λόγους πιστούμενοι, οὓς ῥᾳδίως ἄν τις ἐξήλεγξε διαιτῶν. ἀλλ' ἧσαν ὄντως δεινοὶ συνθέσθαι συκοφαντίαν καὶ προσθεῖναι τῷ ἑαυτῶν μέρει τὸν δικαστὴν οἷς κατ' αὐτοῦ με τολμῆσαι συνεμελέτησαν. διὰ ταῦτα λίαν ἐγὼ κἀκείνων ἐκπέπληγμαι τὴν δεινότητα καὶ τοῦ δικαστοῦ τὴν πραότητα. οἱ μὲν γὰρ οὐδὲ κρίνειν αὐτὸν εἴων, ἀλλὰ συναντιδικεῖν μοι παρώξυνον, καὶ ἅμα τοῦτο ταῖς γνώμαις ἐτίθουν ὡς οὐδὲν αὐτοῖς πρᾶγμα πρός με τυγχάνει διάφορον, ἐκείνου δὲ χάριν τὴν πρὸς ἐμὲ ἔχθραν ἐπανῃρήκασι. καὶ "εἴ γε μὴ νῦν", φασί, "τὸ κακὸν ῥιζόθεν ἐκκόψειας, πολλὰ πάλιν παραβλαστήσειε τοῦ κακοῦ ἐξανθήματα", οὐχ οὕτως λέγοντες, ταῦτα δὲ παριστῶντες, οἷς ἐτίθουν ἕτερα. ὁ δὲ μέσος εἱστήκει κρίσεως ὁμοῦ καὶ θυμοῦ, τὸ μὲν οἷς ἠδικεῖτο, ὡς ᾤετο, τὸδ' οἷς τοῦ βήματος προὐκαθέζετο. καὶ σύνιστέ μοι τἆλλα, οἵ γε καὶ συναλγήσατε καὶ κοινὴν τὴν συμφορὰν ὑπεκρίνεσθε, καὶ σύ μοι πρὸ πάντων, ἡ ἱερατικὴ κεφαλή, ὃς καὶ παρ' αὐτὰ τὰ δεινὰ τὰ μὲν ἀπελογοῦ, τὰ δ' ἱκέτευες, τὰ δ' ἀνέπιπτες, τὰ δὲ πάντα τρόπον ἐμοὶ συνιστάμενος. καίτοι οὐδὲ τούτου ἀπέσχοντο οἱ συκοφαντήσαντες, τοῦ μὴ καὶ πρὸς σέ με διαβαλεῖν· οὕτω πανταχόθεν ἐθήρευον τὸν κριτήν. εἰ καὶ τὸν ἀκροατὴν ἐλάμβανον ἐπ' ἐμέ, ἀλλ' ἀθήρατος αὐτὸς τότε διέμεινας. νῦν δὲ μόνον καὶ παρ' ἐλπίδας τεθήρασαι, καὶ πάντα μοι κινδυνεύεται καὶ ἀντέστραπται, καὶ πάντας τοὺς ἀνέκαθεν πονηρῷ χρησαμένους τῷ βίῳ αὐτὸς ὑπερβάλλω μακρῷ· ἐν οἷς γὰρ εὐδίας ἀπολαύειν ἐχρῆν χειμάζομαι, κἀν τῷ λιμένι δὲ ναυαγίοις περιπίπτω χείροσιν. Ἐλέγχεται δέ μοι τὰ τῶν ἐλπίδων καὶ πάντα μοι εἰς κεφαλὴν περιΐστανται· ἂν κατήγορος συκοφαντήσῃ, πιστεύεται. ποῖ τράπωμαι; ποίαν ἐμαυτῷ εὑρήσω καταφυγήν; ἐν τῷ πελάγει βυθίζομαι· κἂν ἐκεῖνο μοι κατευνασθῇ, ὁ λιμὴν σφοδρότερος ἀπαντᾷ· κἂν τοῦτον ἐξέλθω, ἡ γῆ μοι προσίσταται. εἰ πάλαι μοι συνηγοροῦντες ὑμεῖς κατηγόρου σχῆμα λαμβάνετε, μάτην μοι τότε ἐπεδακρύετε, μάτην ᾠκτίζεσθε, μάτην μοι ἐξιλεοῦσθε τὸν αὐτοκράτορα, μάτην μοι τὰ σεμνὰ ταῦτα προεβάλλεσθε ῥήματα· "οὐ χρή γε ἐκ τοῦ