πρώτης βιβλίον ὑποδέχεσθαι τῆς κινουμένης δίκης καὶ προθεσμίαν ἡμερῶν εἴκοσι προσλαμβάνειν. ὁ δὲ ἐκ παραιτήσεως λαβὼν δευτέραν κρίσιν οὐ δύναται τὸν δεύτερον δικαστὴν παραιτεῖσθαι. μετὰ διωμοσίαν δὲ τοῦ ῥέου κρυπτομένου καὶ μὴ προσαπαντήσαντος κατὰ τὴν προθεσμίαν εἰς τὰ ἐκείνου πράγματα πεμπέσθω ὁ ἐνάγων, οὐκ ἄλλως δ' ἀναδίδωσι τὰ πράγματα τῷ ῥέῳ, εἰ μὴ τὴν πᾶσαν πρότερον δαπάνην ἀπαιτήσει. γυνή τις ἴσως ἄπορος ἐπὶ ἀνδρὶ εὐπόρῳ θανοῦσα δίχα γαμικῶν τελείως συμβολαίων, ὣς δὲ κἂν ἄπορος ἀνὴρ ἐπὶ εὐπόρῳ θάνοι, εἰς μόνον μέρος τέταρτον τῶν ἑαυτοῦ κτημάτων ὑπὸ τοῦ ζῶντος ὁ θανὼν καλῶς κληρονομείσθω. ὁ τρὶς κομίσας μάρτυρας αὖθις μὴ παραγέτω. ὁ μέσος δὲ τοῖς μέρεσι γεγονὼς γνώμῃ τούτων ἐφ' οἷς οὗτοι δικάζονται καὶ ἄκων μαρτυρείτω. Μὴ πάσας δ' οἴου, δέσποτα, τὰς Νεαρὰς εὐχρήστους· αἱ μὲν γὰρ οὐκ ἐτέθησαν τοῖς Λέοντος βιβλίοις, ὧν ἡ μὲν γνῶσις ἀσφαλής, βασιλικὴ δ' ἡ κλῆσις· αἱ δ' εἰ καὶ κατεστρώθησαν, ἐσχόλασαν τῷ χρόνῳ· αἱ δ' ἤργησαν ἀλλοίωσιν τοῦ βίου δεξαμένου, οἷον τὰ περὶ βουλευτῶν, τὰ περὶ τῶν πραιτώρων, τὰ περὶ μοδεράτωρος, τὰ περὶ κοιαιστώρων, τὰ περὶ τῶν ἐπαρχιῶν τῶν ἀπηριθμημένων, ὅσα κατὰ συναίνεσιν τὸν γάμον διαιροῦσι, τὰ περὶ συγχωρήσεως λοιπάδων δημοσίων τὰ περὶ τῶν ἐκκλήσεων τῶν ἐν τῇ Σικελίᾳ, τὰ περὶ τοῦ μὴ γίνεσθαι οἴκοι τὰς λειτουργίας, τὰ περὶ τοῦ διηνεκῶς ποιεῖν τὰς ἐμφυτεύσεις, τὰ περὶ τῶν ἐν Ἀφρικῇ θείων ἀφιδρυμάτων. εὔχρηστα δὲ καὶ θαυμαστὰ τὰ περὶ Φαλκιδίου, τὰ περὶ γάμων λύσεως τοῖς καθήκουσι τρόποις, τὰ περὶ ἀποδόσεως πραγμάτων προικιμαίων, τὰ περὶ καινοτομιῶν, τὰ περὶ κηδεμόνων, τὰ εἰς ἀμέτρους δωρεὰς ἀποτετοξευμένα, τὰ περὶ τῆς ἐπὶ προικὶ σαφοῦς ἀναργυρίας. οὐ τοίνυν ὅλον εὔχρηστον τὸ Νεαρῶν βιβλίον, ἀλλ' ὧν ἡ πρᾶξις συνεχής, νόμοις κεκροτημένη. Τῶν δ' ἀγωγῶν ἡ σύνταξις πολλή τε καὶ ποικίλη, Ἰταλικοῖς ὀνόμασι μὲν κατωνομασμένη, Ἑλληνικαῖς δὲ κλήσεσιν αὖθις ἀντικληθεῖσα. τούτων ἡτοιμολόγηται τὰ πλείω θαυμασίως. ἀδουλτερίης ὄνομα κεῖται περὶ μοιχείας, καὶ θαύμασον τὴν σύνεσιν τοῦ ὀνοματοθέτου· ὁ Ἰταλὸς τὴν νόθευσιν καλεῖ πως ἀδουλτέραν, ἔνθεν γοῦν κατωνόμασται τὸ στροῦπτον τῆς μοιχείας, ἡ γὰρ μοιχεία νόθευσις καὶ παραχάραξίς τις. κινοῦσι δὲ τὸ μοιχικὸν ἀνέρ, πατὴρ καὶ θεῖος πρὸς τῆς μητρός, πρὸς τοῦ πατρός, σύγγονός τε πρὸς τούτοις, μετ' ἐγγραφῶν οἱ σύμπαντες, κἂν εἰ τὸν ἄνδρα λέγῃς. ἡ ἀδοπτίων, δέσποτα, θέσεως ὄνομά τι, εἰς δύο δὲ ὀνόματα τὴν διαίρεσιν ἔχει, ὧν τὸ μὲν ἀδρογάτιον, τὸ δ' ἀδόπτιον λέγε. τὸν τοίνυν αὐτεξούσιον λαμβάνει τις εἰς θέσιν τῇ τῆς ἀδρογατίονος κλήσει τε καὶ δυνάμει· ὁ δέ γε υἱοθετηθεὶς ἄνηβος ἑκουσίως ἐξνερεδάτος γεγονὼς τρίτον λαμβάνει μόνον. ὁ δέ γε Ἀκουίλιος ἀγωγή τις τυγχάνει κατὰ τοῦ μὴ παρέχοντος τῷ σεβασμίῳ τόπῳ ὅπερ λεγάτον ὥρισε σαφῶς ὁ τελευτήσας· ἔχει δ' ἀπαίτησιν καρπῶν, εἴπερ ὑπέρθοιτό τις. ἡ δέ γε ἀδεξιβενδοὺμ λίαν ἐστὶ χρειώδης· πραγμάτων δ' ἐστὶν εἴσπραξις τῶν ἀποκεκρυμμένων· περσοναλία τέ ἐστι, πρὸς δὲ ἀρβιτραρία, εἰσπράττει δὲ ὁλόκληρον τὸ πρᾶγμα προσηκόντως μετὰ γονῶν καὶ τοκετῶν, μετὰ πάσης αἰτίας. ἀμβίτους νόμος πούβλικος κινούμενος πρὸς πάντων· οὐκ ἔστι δὲ κεφαλικόν, κἂν ἀτιμοῖ τελείως· κινεῖται δ' εἴ τις τὴν ἀρχὴν χρήμασιν ἀγοράσοι. καὶ ἡ ἀννόνα πούβλικον καὶ πλέον τῶν πουβλίκων, κινοῦσι γὰρ τὴν ἀγωγὴν καὶ δοῦλοι καὶ γυναῖκες· κινεῖται δ' εἴ τις τυραννεῖ τὴν εὐθηνίαν Ῥώμης καὶ καταπραγματεύεται πρὸς χάριν τῶν βαρβάρων. ἦν δέ τις Ἀκουίλιος δήμαρχος ἐν τῇ Ῥώμῃ, καὶ νόμον εἰσηγάγετο περὶ ζημίας τότε, ἐκλήθη δ' Ἀκουίλιος ὁ νόμος φερωνύμως· διεῖλε δὲ τὸ προταθὲν ἐν τρισὶ κεφαλαίοις, ὧν ἄχρηστον τὸ δεύτερον τοῖς πράγμασι τυγχάνει. οὗτος δ' ὁ νόμος, δέσποτα, πολύχρηστος ὑπάρχει, καὶ περὶ φόνου γὰρ πολλὴν ἀκρίβειαν εἰσάγει, κἂν εἴ τις τὸ τετράποδον