15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
καὶ τοῖς ἀμβλυώτ τουσιν ἀμαυραί πως αἱ ἡλιακαὶ δοκοῦσιν ἀκτῖνες, καὶ τὰ ἡμέτερα πάθη ἑτέρων μὴ πασχόντων κατηγορεῖται. ἡ μὲν οὖν ἁγία καὶ μακαρία τῷ ὄντι τριάς, μᾶλλον δὲ ὑπὲρ πᾶσαν ἁγιότητα καὶ μακαριότητα, ἐξ ἀρχῆς τελεία (τί γὰρ ἄλλο τέλειον, εἰ μὴ ἐκείνη;) καὶ ὁμοῦ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον, ἅμα τε καὶ τριὰς καὶ ἑνάς. καὶ οὐδέποτε ἀτελὴς ἡ θεότης, οὐδ' ἐδέησε τῷ πατρὶ σοφίας, ἵν' ὑποσταίη ὁ υἱός, οὐδὲ ὑποστατικοῦ πνεύματος, ἵνα παραχθείη τὸ πνεῦμα. πότε γὰρ ἄλογος ἢ ἄσοφος ὁ πατήρ, ἵν' ὁ λόγος αὐτῷ γένοιτο; πότε δὲ τῷ λόγῳ τὸ πνεῦμα μὴ ἐξεπο ρεύετο, ἵνα μετὰ ταῦτα δημιουργηθῇ τῷ πατρί; ἀλλ' ὁ ἡμέτερος νοῦς οὐχ οὕτω ταῦτα νοεῖ, ἀλλ' ἐν ταῖς ἀπαριθμήσεσι τῶν ὑποστάσεων διαστα τικὴν καὶ διεξοδικὴν ποιεῖται τὴν κίνησιν, ἓν καὶ δύο καὶ τρία ἀπαριθμού μενος, καὶ οὐκ ἂν ἔλθοιμεν πρὸς τὰ τρία, πρὶν ἂν πρὸς τὰ δύο παρα γενοίμεθα, οὐδ' ἁπλῶς εἰς πάντα τὸν ἐφεξῆς ἀριθμόν, πρὶν ἂν πρὸς τὸν κατόπιν φοιτήσωμεν. ὃ γοῦν ἡμεῖς ἐννοοῦμεν, κινούμενοι εἰς δυάδα, ἵνα τῇ τριάδι περατωθείημεν, τοῦτο, ὥσπερ ἐκείνη προσῆψε τῇ φύσει, τὸ ἡμέτερον πάθος τῇ ἀπαθεῖ καὶ αὐτοτελεῖ τῆς θεότητος ὑπάρξει ἐνσημαίνο μεν. οὐ γὰρ δυνατόν ἐστι τὸν μετὰ σώματος νοῦν ἄνευ τοῦ διεξοδεύειν καὶ διίστασθαι τοῖς ἀριθμοῖς συλλαμβάνειν τὰ ἀριθμούμενα, ἀλλ' ἕκαστον τῶν ἀριθμῶν ποτὲ μὲν ὡς μονάδα νοεῖ, ποτὲ δὲ ὡς πλῆθος. τὴν μὲν οὖν μονάδα συνῃρημένην ἔχει οἷον τὴν δεκάδα καὶ ἀδιεξόδευτον, τὸ δὲ πλῆθος διῃρημένως νοεῖ· ἀδυνατεῖ δὲ ἐν ταὐτῷ ἐν ᾧ τὸ ἓν ἔχει τὰ δύο ἔχειν, ἢ ἐν ᾧ ταῦτα, τὰ τρία καὶ τοὺς ἐφεξῆς ἀριθμούς, ἀλλά τι πρῶτον καί τι δεύτερον ἀριθμεῖται· τοῦτο δὲ ἡ κίνησις. ἐν ἡμῖν οὖν τὸ τῆς ἀτελείας πάθος, ὃ δὴ τῇ κινήσει παρομαρτεῖ· λέγεται δὲ ἐπὶ τῆς θείας φύσεως, ἐπεὶ μὴ ἄλλως ἡμᾶς ἢ ὡς ἔχομεν φύσεως δυνατὸν ἐκείνην νοεῖν· ὥσπερ γὰρ ἐκείνη τὰ ἐν ἡμῖν ἀόριστα ὡρισμένως ἐπίσταται καὶ ἀναγκαίως τὰ ἐνδεχόμενα καὶ οὐ τῇδε ἢ ἐκεῖσε ῥέπει καὶ ταλαντεύεται, οὕτω δὴ καὶ ἡμεῖς τὸ ἀδιάστατον ἐκείνης καὶ ὡρισμένον καὶ τέλειον κατὰ διάστασιν καὶ ἀοριστίαν καὶ κατὰ τὸ ἀτελὲς ἐκδεχόμεθα. Εἰ δὲ βούλοιτό τις καὶ ἐπ' αὐτῆς νοεῖν τὸ λεγόμενον τῆς τελείας ὑπάρξεως, οὕτως ἄν τις εἰκότως συντάξαιτο, ὑπερβαίνων τὰ μέσα καὶ συνάπτων τὰ ἄκρα· οἷον, «διὰ τοῦτο μονὰς ἀπ' ἀρχῆς ἔστη», εἶτα τἆλλα μετὰ ταῦτα συννοοῦντες, «εἰς δυάδα μέχρι τριάδος κινηθεῖσα». καὶ γὰρ οὕτως ἔχει· ἡ μονάς, ἤτοι αὐτὴ ἡ θεότης καὶ ἡ τῶν τριῶν ὑποστάσεων φύσις, πρὸ παντὸς αἰῶνος καὶ σημείου τινὸς χρονικοῦ ἕστηκέ πως καὶ ἐφ' ἑαυτῇ ἥδρασται, οὐχ ἑνὶ προσωπικῷ χαρακτῆρι τὴν στάσιμον καὶ ἀμετακίνητον ἕδραν ἔχουσα, ἀλλὰ μορφῇ μὲν μιᾷ, τρισὶ δὲ ὑποστάσεσι, τῶν δὲ τριῶν πρῶτα τὰ δύο. ἐκινήθη γοῦν πρὸς τὰ δύο, ἀλλ' ἔστη ἐν τῇ τριάδι· οὐ γὰρ πατὴρ καὶ υἱός, ἀλλὰ καὶ πνεῦμα ἅγιον. Ἀρχὴν δὲ ταύτην μὴ τὴν σχετικὴν νοήσῃς καὶ πρὸς τὰ δεύτερα, ἀλλὰ τὴν ἄφετον καὶ ἀπόλυτον καὶ τῶν ἄλλων ὑπεριδρυμένην· ὁμώνυμον γὰρ τὸ τῆς ἀρχῆς ὄνομα, ποτὲ μὲν τὸ μετὰ ταῦτα δηλοῦν, ποτὲ δὲ τὸ ὑπὲρ πάντα. τὸ μὲν οὖν «ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια», καὶ «ἀρχὴ σοφίας φόβος κυρίου» καὶ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς» τάδε καὶ τάδε, καὶ «ἀρχὴ γραμμῆς ἡ στιγμή» καὶ τὰ τοιαῦτα τῶν πρός τι τυγχάνει ἀρχῶν, ἃ δὴ καὶ τὴν χρονικὴν οὐκ ἐκπέφευγε κίνησιν. τὸ δ' ἀρχὴν εἰρῆσθαι τὸν θεὸν καὶ ἀπ' ἀρχῆς εἶναι αὐτὸν οὔτε τὸ χρονικὸν σημεῖον δηλοῖ οὔτε τὸ ἀπὸ προ τέρου αἴτιον, ἀλλὰ τὸ πρὸ πάντων καὶ ὑπὲρ τοῦτο, καὶ εἰ μὴ τὸ ὄνομα οὐ πάντῃ καθαρεύει τῆς χρονικῆς ὑπονοίας. τὸ δὲ «διὰ τοῦτο» ἐνταῦθα οὐκ αἰτιολογικῶς εἴρηται τῷ πατρί, ἀλλ' οὔτε μὴν ἐκ περιττοῦ, ὡς ἂν εἴπῃ τις· ῥητορικώτερον δὲ εἴρηται, καὶ Ἀριστείδου καὶ Θουκυδίδου καὶ Πλάτωνος ταῖς τοιαύταις περιττότησι τῶν προθέσεων χαιρόντων ὡς μάλιστα, καί, εἴ γε ἐμμελέστερον τῷ Θουκυδίδῃ προσομιλοίητε, πολλὰς ἐκεῖ καὶ