ἐκέλευσεν ἐξελθεῖν τὸν παρακοιμώμενον, καὶ ἐξελθόντος ἔπεσε καὶ αὐτὸς εἰς τοὺς πόδας Φιλιππικοῦ λέγων "συγχώρησόν μοι, ἀδελφέ, ὅτι ἥμαρτόν σοι πολλά· σὲ γὰρ ὑπενόουν τῇ ζωῇ μου ἐπιβουλεῦσαι, ἀλλὰ νῦν ἔγνων ἀθῶον εἶναί σε. παρακαλῶ οὖν σε εἰπεῖν μοι εἰ γινώσκεις ἐν τοῖς τάγμασι Φωκᾶν τινὰ στρατιώτην." ὁ δὲ Φιλιππικὸς εἶπεν "ἕνα γινώσκω, ὃς πρὸ καιροῦ πεμφθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου." καὶ ὁ βασιλεὺς ἔφη "ποίας ἐστὶ γνώμης;" ὁ δὲ εἶπε "δειλὸς καὶ θρασύς." ὁ δὲ βασιλεὺς ἔφη "εἰ δειλός, καὶ φονεύς," καὶ διηγήσατο ὁ βασιλεὺς αὐτῷ τὸ ἐνύπνιον. ὁ δὲ εἶπεν "ἴδε πῶς γράμμα οὐ λείπει τῷ θεῷ, δέσποτα, ὅταν θέλῃ δοῦναί τινι τὴν βασιλείαν." ἔφθασε δὲ καὶ ὁ ἀποσταλεὶς μαγιστριανὸς φέρων 142 ἀπόκρισιν ἐκ τῶν ἁγίων ὅτι ὁ θεὸς τὴν μὲν ψυχήν σου σώζει δεξάμενος τὴν μετάνοιάν σου, τῆς δὲ παρούσης ζωῆς μετὰ πολλῆς θλίψεως καὶ κινδύνων ἐκπίπτεις· ἅπερ ἀκούσας Μαυρίκιος ἐκ ψυχῆς ηὐχαρίστησε τῷ θεῷ. κατεσκεύασε δὲ στέμμα Σοφία ἡ τοῦ Ἰουστίνου γυνὴ καὶ Κωνσταντίνα γυνὴ Μαυρικίου τῷ βασιλεῖ ὑπερφυὲς καὶ ὑπέρτιμον· ὁ δὲ τοῦτο θεασάμενος καὶ θαυμάσας τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα ἀπελθὼν ἐν τῇ ἐκκλησίᾳ τοῦτο ἀνέθηκε τῷ θεῷ. Τοῦ μετοπώρου δὲ καταλαβόντος, καὶ τοῦ βασιλέως γράψαντος Πέτρῳ τῷ στρατηγῷ παραχειμάσαι μετὰ τῶν ταγμάτων ἐν τῇ τῶν Σκλάβων χώρᾳ, ἀντεῖπεν ὁ λαός· ὅθεν οἱ ἄρχοντες εἰς ἓν τὰ πλήθη συναγαγόντες προβάλλονται εἰς βασιλέα Φωκᾶν τὸν στρατιώτην. τοῦ δὲ Πέτρου καὶ τῶν λοιπῶν ἀρχόντων εἰς τὴν πόλιν παραγενομένων καὶ τοῦτο τῷ βασιλεῖ εἰπόντων, Μαυρίκιος τὸ κατ' αὐτοῦ μῖσος τοῦ λαοῦ εἰδώς, μεσούσης τῆς νυκτός, τὴν βασιλικὴν ἐσθῆτα ἀποδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις, φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. καὶ μετὰ κινδύνων εἰς τὸν ἅγιον Αὐτόνομον διασωθείς, βουλόμενος εἴς τι φρούριον ὀχυρὸν καταφυγεῖν, οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι ἀρθρίτιδος, ὥστε κεῖσθαι αὐτὸν ἀμετακίνητον. ὁ δὲ Φωκᾶς ὑπὸ τοῦ λαοῦ καὶ τοῦ δήμου τῶν πρασίνων δεχθεὶς εἰσῆλθεν εἰς τὴν πόλιν καὶ εἰς τὰ βα143 σίλεια. τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον ἀπέστειλε Μαυρίκιος πρὸς Χοσρόην τὸν βασιλέα Περσῶν, μετὰ γραμμάτων ἀναμιμνησκόντων τὰς εἰς αὐτὸν εὐεργεσίας, καὶ ὡς δι' αὐτοῦ τὴν βασιλείαν Περσῶν κατεκράτησεν. ἔκτοτε οὐδεὶς ἔγνω τί γέγονεν ὁ αὐτὸς Θεοδόσιος. τὴν δὲ τῆς ἀρχιερωσύνης ἀρχὴν διεῖπεν Ἰωάννης. Χοσρόης δὲ τὴν τῶν Περσῶν ἀθροίσας δύναμιν κατὰ Ῥωμαίων ἐχώρησεν ἐπὶ Φωκᾶ, καὶ πολλὰς πόλεις καὶ χώρας τῶν Ῥωμαίων ἐπόρθησεν. Φωκᾶς ὁ τύραννος. Φωκᾶς ὁ τύραννος ἐβασίλευσεν ἔτη ὀκτώ, στέψας καὶ Λεοντὼ τὴν γυναῖκα αὐτοῦ εἰς Αὐγούσταν. οὗτος ὁ Φωκᾶς ἦν κεντυρίων τῇ τάξει, τὴν τοῦ σώματος ἀναδρομὴν μέσος, δύσμορφος, ἐκπληκτικὴν ἔχων τὴν ὄψιν καὶ τὴν τρίχα πυρρίζουσαν, σύνοφρύς τε καὶ τὸ γένειον κειρόμενος, ἔχων οὐλὴν ἐπὶ τῆς παρειᾶς αὐτοῦ, ἥτις ἐν τῷ θυμοῦσθαι αὐτὸν ἐμελαίνετο, οἰνοβαρής, αἱμοχαρὴς καὶ πρὸς γυναῖκας ἐπτοημένος, φοβερὸς καὶ θρασὺς ἐν τῷ φθέγγεσθαι, ἀσυμπαθὴς καὶ θηριώδης τὸν τρόπον. εἰς δὲ τὸ ἱππικὸν ἀνελθόντος, καὶ στάσεως γενομένης περὶ προτιμήσεως τόπου τοῖς μέρεσιν, ἔκραξαν οἱ δῆμοι "Μαυρίκιος ζῇ, οὐκ ἀπέθανεν, ἐρωτηθήτω." τότε ὁ ἀλάστωρ κινεῖται πρὸς τὸν φόνον Μαυρικίου, καὶ ἤχθη 144 Μαυρίκιος δέσμιος εἰς τὸν Εὐτροπίου λιμένα. προκολάζων δὲ αὐτὸν ὁ μιαιφόνος τῇ θεωρίᾳ τοὺς πέντε ἄρρενας υἱοὺς αὐτοῦ ἔμπροσθεν αὐτοῦ σφαγῆναι προστάττει. ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τῷ δυστυχήματι συνεχῶς ἐπεφθέγγετο "δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου." τῆς δὲ τιθηνῆς ὑποκλεψάσης ἓν ἐκ τῶν πέντε βασιλικῶν παιδίων, καὶ τὸ ἴδιον ἀντιδιδούσης πρὸς ἀναίρεσιν, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν ἐλθεῖν καὶ αὐτὸ ἀναιρεθῆναι. καὶ οὕτω καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν, τοῦ ἀθλίου Φωκᾶ προστάξαντος τὰς τούτων κεφαλὰς ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου ἀποτεθῆναι· καὶ ἐξήρχοντο οἱ τῆς πόλεως, καὶ ἐθεώρουν αὐτὰς ἕως οὗ ἐπώζησαν· καὶ τότε συνεχώρησεν αὐτὰ τοῖς ποθοῦσιν