1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

45

κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν." ∆ῆλα δὲ τοῖς πειθομένοις ποιεῖ καὶ τῶν πόνων τὰ ἆθλα, ὅτι "ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα 5.6 αὐτοῦ εἰς δέησιν αὐτῶν". Ἐπειδὴ δὲ καὶ ὁ φόβος τοῖς παιδαγω γουμένοις ἁρμόδιος, ἀναγκαίως καὶ ταῖς ἀπειλαῖς τοὺς ῥᾳστώνῃ ξυζῶντας δεδίττεται καί φησιν· "Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐ τῶν." Ὁ δὲ ταύτην προσενεγκὼν διὰ τοῦ προφήτου τὴν παραί νεσιν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις οὐκ ἄλλῳ τῳ χρώμενος ὑπουργῷ, ἀλλ' αὐτὸς διὰ τῆς σαρκὸς φθεγγόμενος, ἣν ἀνέλαβεν, ἔλεγεν· "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω." Καὶ πάλιν· "∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ 5.7 ἀναπαύσω ὑμᾶς·" Καὶ ἄλλα δὲ μυρία εὕροι τις ἂν κἀν τοῖς θείοις εὐαγγελίοις κἀν τοῖς τῶν ἀποστόλων ξυγγράμμασι, δη λοῦντα σαφῶς τῆς τῶν ἀνθρώπων φύσεως τὸ αὐθαίρετον. Οὗ δὴ χάριν κἀγὼ πέμπτην ὑμῖν, ὦ ἄνδρες, τήνδε προσφέρω παραί νεσιν· οὐκ ἀξιῶν μόνον, ἀλλὰ καὶ ἄγαν γε λιπαρῶν καὶ ποτνιώ μενος τὸν τῆς ἰατρείας μὴ προέσθαι καιρὸν μηδὲ ἀναβάλλεσθαι τὴν σωτηρίαν εἰς αὔριον, ἣν οὐκ ἴσμεν εἴπερ δὴ πάντως ὀψόμεθα, ἀλλ' ἀναμνησθῆναι τῆς τοῦ Ἀσκραίου ποιητοῦ παραινέσεως· μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον ἔς τε ἔνηφι, προσέχειν δὲ ἀκριβῶς καὶ τῇ ἄλλῃ τοῦδε τοῦ ποιητοῦ γνώμῃ, ξυνῳδὰ φθεγγομένῃ· αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει. 5.8 Ἐπειδὴ τοίνυν τοῦ κόσμου πέρι καὶ τῆς ὕλης τίνα προσήκει φρονεῖν, μεμαθήκαμεν, καὶ ὅσον τὸ μέσον τῶν τε θείων καὶ τῶν φιλοσόφων δογμάτων, φέρε λοιπὸν ἐξετάσωμεν, τίνα περὶ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ θεία γραφὴ φρονεῖν ἡμᾶς ἐξεπαίδευσεν, καὶ τίνα οἱ τῇ εὐεπείᾳ τοὺς λόγους καλλύνοντες καὶ ὀνομάτων 5.9 ὥρᾳ καὶ ῥημάτων ἡβρυσμένων προσενεγκόντες τὸ ψεῦδος. Ὅσα μὲν οὖν ποιηταὶ περὶ τούτου μυθολογοῦσιν, ἐατέον ἐπὶ τοῦ πα ρόντος, οὐ μύρῳ τούτους, κατὰ τὸν Πλάτωνα, χρίσαντας, ἀλλὰ τῇ φερομένῃ παρ' αὐτῶν δυσοσμίᾳ τὰς αἰσθήσεις ἀποτειχίσαντας. Ἐκεῖνοι γὰρ οὐ μόνον γηγενεῖς, ἀλλὰ καὶ σπαρτοὺς ἀνθρώπους γεγενῆσθαί φασι καὶ ἐκ δρακοντείων ἀναφῦναι ὀδόντων. Ἃ δέ γε φιλόσοφοι θρυλοῦσι καὶ ξυγγραφεῖς, ταῦτα μόνα τῇ τῆς ἀληθείας 5.10 παραθετέον διδασκαλίᾳ. Ῥητέον δέ γε πρὸ τῶν ἄλλων ἁπάντων, ὅσην περὶ τῆς τοῦδε τοῦ γένους ξυστάσεως ἔριν καὶ διαμάχην ἐσχήκασιν. Οἱ μὲν γὰρ ἀΐδιον εἶναι τῶν ἀνθρώπων τὴν φύσιν εἰρήκασι καὶ τοῦδε τοῦ γένους ἀεὶ ἔμπλεων γεγενῆσθαι τὴν γῆν, οἱ δὲ ἐν τῇ Ἀττικῇ πρῶτον φῦναι ἀνθρώπους, ἄλλοι δὲ ἐν Ἀρκαδίᾳ τοῦτο γενέσθαι πρῶτον, ἕτεροι δ' αὖ πάλιν ἐν Αἰγύπτῳ καὶ ἄλλαις δὲ πόλεσι πολλὴ περὶ τούτου φιλοτιμία γεγένηται. 5.11 Πρὸς δὲ τοῖς εἰρημένοις οἱ μὲν ὄλβιον τόδε τὸ ζῷον κεκλήκασιν, οἱ δὲ δείλαιον καὶ τρισάθλιον. Καὶ Ὅμηρος μὲν ἀκιδνὸν αὐτὸ καὶ ὀϊζυρὸν ὀνομάζει· Θέογνις δὲ ὁ Σικελιώτης ὁ Μεγαρόθεν βοᾷ· πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον μηδ' ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δ' ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι. 5.12 Ξυνῳδὰ δὲ τούτοις καὶ τῆς Εὐριπίδου τραγῳδίας τὰ ἰαμβεῖα· 5.12 ἐχρῆν γὰρ ἡμᾶς ξύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ' ἔρχεται κακά, τὸν δ' αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. Καὶ Σόλωνα δὲ τὸν Ἀθηναῖον, τὸν νομοθέτην, Ἡρόδοτος εἰρηκέναι τῷ Κροίσῳ ἔφη· "Ὦ Κροῖσε, πᾶς ἄνθρωπός ἐστι 5.13 ξυμφορή." Πυθαγόρας δὲ καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσω μάτων εἰσάγουσι καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν. Τῷ τοι ὁ Πλάτων ἐν τῷ Κρατύλῳ τὸ σῶμα σῆμα κέκληκεν, ὡς ἐν τούτῳ τῆς 5.14 ψυχῆς οἱονεὶ τεθαμμένης. Ξύμφωνα δὲ τούτῳ καὶ Φιλόλαος ὁ Πυθαγόρειος ἔφη· λέγει δὲ ὧδε· "Μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντεις, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι ξυνέζευκται καὶ καθάπερ ἐν σάματι τούτῳ τέθαπται." Ἀλλὰ τῶνδε τῶν λόγων ὁ Πλάτων ἐπιλησθείς, τοὐναντίον ἐν τῷ τρίτῳ τῆς Πολιτείας παραδηλοῖ· ἐπιμελεῖσθαι γὰρ σώματος δεῖν φησι ψυχῆς