1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

45

πλεῖστοι, τῆσδε τῆς δόξης γεγένηνται, καὶ ἐξ ὑποκειμένης δὲ ὕλης ἔφασαν τὸν Θεὸν εἰληφέναι τῆς δημιουργίας τὰς ἀφορμάς. Φέρε τοίνυν, κἀν τῷδε τῷ κεφαλαίῳ τὴν τῶν ἐκκλησιαστικῶν δογμάτων εὐγένειαν ἐπιδείξωμεν. Εʹ. -Περὶ ὕλης. Ἐκεῖνοι μὲν οὖν, ὡς ἔφην, ἐξ ὑποκειμένης ὕλης τὰ πάντα δημιουργηθῆναί φασι, καὶ συναΐδιον αὐτὴν τῷ Θεῷ λέγοντες, αἴτιον αὐτῆς τὸν Θεὸν ὀνομάζουσιν· οὐ μὴν αὐτὴν κακὴν ὁρίζονται κατὰ τὴν Μαρκίωνος καὶ τοῦ Μάνεντος ἀσέβειαν· μεγίστην γὰρ βλασφη μίαν νομίζουσι τὸ φάναι τὸν Θεὸν εἶναι κακῶν ποιητήν. Καὶ ἐκεῖνοι μὲν ἴσως ἔχουσι συγγνώμην τινὰ, μήτε προφητικῶν ἐπακούσαντες λόγων, μήτε τοὺς θείους ἀποστόλους ποδηγοὺς ἐσχηκότες, μόνοις δὲ τοῖς λογισμοῖς τὴν τῶν ὄντων ἐπιτρέψαντες γνῶσιν. Οὗτοι δὲ ποίας ἂν τίσειαν δίκας τῆς ἀσεβείας ἀξίας, τῶν μὲν θείων ἀπολαύσαντες Εὐαγγελίων, τὸ δὲ τούτων ἀποδράσαντες φῶς, καὶ τὸ σκότος ἀσπασά μενοι ταῖς νυκτερίσι παραπλησίως; Ἔδει δὲ αὐτοὺς τὴν γοῦν τῶν φιλοσόφων τούτων κρατῦναι δόξαν, ἐπειδὴ τὰς ἀκοὰς ἔβυσαν, καὶ τῶν τοῦ θείου Πνεύματος ἐπακοῦσαι λογίων οὐκ ἠβουλήθησαν, καὶ τὴν μὲν ὕλην εἰσαγαγεῖν, μὴ πονηρὰν δὲ καλέσαι. Καὶ τοῦτο δὲ τῆς τῶν ἀνθρωπίνων λογισμῶν ἀσθενείας τεκμήριον. Ἐπειδὴ γὰρ πᾶσα τέχνη παρὰ ἀνθρώποις ὕλης ὑποκειμένης προσδεῖται, καὶ κεραμευτικὴ μὲν πηλοῦ, οἰκοδομικὴ δὲ λίθων καὶ πλίνθων, ξύλων δὲ ἡ τεκτονικὴ καὶ ναυπηγικὴ, καὶ ἐρίων ἡ ὑφαντικὴ, καὶ ἡ σκυτοτομικὴ δὲ δερμάτων, καὶ ζωγραφία καὶ γυψοποιητικὴ χρωμάτων, καὶ συλλήβδην εἰπεῖν ἑκάστη τέχνη τῶν προσφόρων ὑλῶν, ὑπέλαβον οἱ ἀνόητοι καὶ τὸν Θεὸν μὴ δύνασθαι ὕλης δίχα δημιουρ γεῖν, καὶ οὐ συνεῖδον ὅσον ἀνθρώπου καὶ Θεοῦ τὸ διάφορον, καὶ ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν ὅσα τὸ ἀρχέτυπον, καὶ ὅτι ἄνθρωπος μὲν, ὡς εἰκὼν ἐξ ὄντων δημιουργεῖ, Θεὸς δὲ καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ θεία Γραφή. Ὁ μὲν γὰρ Ἀπόστολος φησί· "Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι." Καὶ πάλιν· "Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα." Ὁ δὲ τὴν κοσμογένειαν συγγράψας σαφῶς ἐδίδαξε, τίνα μὲν ἐκ μὴ ὄντων, τίνα δὲ ἐξ ὄντων ἐποίησεν ὁ ∆ημιουργός· καὶ ὅτι τὸν μὲν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἄλλα στοιχεῖα ἐκ μὴ ὄντων πεποίηκεν. "Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." Καὶ τὸ φῶς δὲ ὡσαύτως ἐκ μὴ ὄντων ἐδημιούργησεν. 83.465 "Εἶπεν γὰρ, φησὶν, ὁ Θεός· Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς." Τὸ δὲ στερέωμα ἐκ τῶν ἤδη γεγενη μένων παρήγαγε. "Γενηθήτω γὰρ, ἔφη, στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος." Καὶ τὰ σπέρματα δὲ καὶ τὰ φυτὰ ἐκ γῆς βλαστῆσαι προσέταξε. "Βλαστησάτω γὰρ, ἔφη, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποι οῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ' ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς." Οὕτω καὶ τῶν ἀλόγων ζώων τὰ γένη παρήγαγεν· ἐκ μὲν τῶν ὑδά των τὰ ἀεροπόρα, καὶ τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, καὶ τὰ ἀμφίβια προσαγορευόμενα. "Ἐξαγαγέτω γὰρ, ἔφη, τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ." Ἐκ δὲ τῆς γῆς τὰ τετράποδα καὶ ἑρπετά. "Ἐξαγαγέτω γὰρ, φησὶν, ἡ γῆ ψυχὴν ζῶσαν, τετράποδα, ἑρπετὰ καὶ κτήνη." Τὸν δὲ ἄνθρωπον ἐξ ὄντων καὶ μὴ ὄντων ἐποίησε. Τὸ μὲν γὰρ σῶμα διέπλασε χοῦν λαβὼν ἀπὸ γῆς, τὴν δὲ ψυχὴν ἐκ μὴ ὄντων ἐδημιούργησεν. Οὐ γὰρ κατὰ τὸν δυσσεβῆ Μαρ κίωνος λόγον ὁμοούσιός ἐστιν ἡ ψυχὴ τοῦ πεποιηκό τος Θεοῦ, ἀλλ' ἐκ μὴ ὄντων ἐκτίσθη· ῥᾷστα γὰρ ὅσα ἂν θέλῃ δημιουργεῖ. Οὐ γὰρ τοῖς ἤδη γεγενημέ νοις τοῦ Ποιητοῦ τὴν δύναμιν