45
ΕΡΜΗΝ. ΤΟΥ ΚΑʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος. Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑω θινῆς ψαλμὸς τῷ ∆αβίδ."
Οὗτος ὁ ψαλμὸς τοῦ ∆ε σπότου Χριστοῦ προαγορεύει τὰ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν. Καὶ ἡ ἐπιγραφὴ δὲ τοῦτο δηλοῖ. [Εἰς τὸ τέλος γὰρ ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως· τὸ μὲν εἰς τὸ τέλος, κεῖται, ἵνα τὴν οἰκονομίαν ἐννοῇς τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γε 80.1009 γενημένην παρ' αὐτοῦ.] Ἀντίληψις γὰρ ἑωθινὴ τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνεια, ἡ δίκην ὄρθρου τοῖς ἐν σκότῳ καθημένοις ἐπιλάμψασα. Φῶς γὰρ ἀληθινὸν ὁ ∆εσπότης. Ἀνίσχον δὲ τὸ φῶς, τὸν ὄρθρον ἀποτελεῖ, οὗ φανέντος ἐλύθη τὸ σκότος, [καὶ ἡ δια βολικὴ ἀχλύς. Ἡ γὰρ κακία πολλαχοῦ τῆς Γραφῆς διὰ τοῦ σκότους ἐν αἰνίγματι νοεῖται. Τινὲς δὲ ἀντί ληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σω τῆρος καιρόν.] Εἰς αὐτὸν τοίνυν εἴρηται ὁ ψαλμός. Μᾶλλον γὰρ πιστευτέον τοῖς ἱεροῖς ἀποστόλοις, καὶ αὐτῷ τῷ Σωτῆρι χρωμένῳ σαφῶς τῷ τοῦ ψαλμοῦ προοιμίῳ, ἢ τοῖς παρερμηνεύειν ἐπιχειροῦσιν. βʹ. "Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγ κατέλιπές με;" Τῷ ἰκρίῳ δὲ προσηλωμένος ταύ την ὁ ∆εσπότης προήκατο τὴν φωνὴν, αὐτῇ χρη σάμενος τῇ Ἑβραίων φωνῇ, ἡλὶ, ἡλὶ, λεμὰ σα βαχθανί; Πῶς τοίνυν οἷόν τε τῆς αὐτῆς τῆς ἀληθείας παραγράψασθαι μαρτυρίαν; Ἐγκαταλελεῖφθαι δὲ λέγει, ὡς ἁμαρτίας μὲν οὐδεμιᾶς ὑπ' αὐτοῦ γενο μένης, τοῦ δὲ θανάτου κεκρατηκότος, ὃς κατὰ τῶν ἡμαρτηκότων τὴν ἐξουσίαν ἐδέδεκτο. Ἐγκατά λειψιν τοίνυν καλεῖ, οὐ τὸν τῆς ἡνωμένης θεότητος χωρισμὸν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὴν γεγενη μένην τοῦ πάθους συγχώρησιν. Παρῆν γὰρ ἡ θεό της καὶ πασχούσῃ τῇ τοῦ δούλου μορφῇ, καὶ συν εχώρησε παθεῖν, πάσῃ τῇ φύσει μηχανωμένη τὴν σωτηρίαν. Αὕτη μέντοι πάθος ἐκεῖθεν οὐκ εἰσεδέχετο· πῶς γὰρ οἷόν τε ἦν τὴν ἀπαθῆ φύσιν παθεῖν; Λέγει δὲ ταῦτα ὁ ∆εσπότης Χριστὸς ὡς ἄνθρωπος, καὶ ἐπειδὴ ἀπαρχὴ τῆς ἀνθρωπείας φύσεως ἦν, ὑπὲρ ἁπάσης τῆς φύσεως ἐν τοῖς ἐπαγομένοις ποιεῖται τοὺς λόγους· "Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου." Ἰστέον δὲ, ὡς τῶν παραπτωμάτων οὐδεὶς τῶν ἄλλων ἑρμηνευτῶν ἐμνημόνευσεν· ἀλλ' ὁ μὲν Ἀκύλας, βρυχήματός μου, ὁ δὲ Σύμμαχος, ὀδυρμῶν μου, ὁ δὲ Θεοδοτίων, βοήσεώς μου. Ἵνα δὲ μὴ δόξωμεν τοῖς ἄλλοις ἑρ μηνευταῖς ἐνταῦθα κεχρημένοι, ἐκ περινοίας τοὺς ἑτέρους τὸν ψαλμὸν ἑρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα. Ταύτῃ γὰρ κἀκεῖνοι τῇ ῥήσει προσεσχηκότες οὐκ ἔφασαν ἁρμόττειν τὸν ψαλμὸν τῷ Κυρίῳ. Πῶς γὰρ, φησὶν, 80.1012 οἷόν τε ἦν τὸν οὐχ ἡμαρτηκότα λέγειν, μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου; Ἀκουσάτωσαν τοίνυν Ἰωάννου τοῦ πάνυ βοῶντος· "Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· "Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ." Καὶ πάλιν· "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά ρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα." Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλα γος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν ὡρισμένην ὑμῖν παιδείαν ὑπῆλθεν ἑκών· "Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτὸν," ᾗ φησιν ὁ προφήτης· πολλῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ' ἡμῶν ἐχρήσατο λόγοις, καὶ βοᾷ "Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου." Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὰ τῆς φύσεως πλημμελήματα· ἀλλὰ δὸς τὴν σωτηρίαν διὰ τὰ ἐμὰ παθήματα. Καὶ ἐπειδὴ τὸ πάθος ἀνθρωπίνως οἰκονομῶν πολλάκις προσηύ ξατο παρὰ τὸν τοῦ πάθους καιρόν· "Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·" καὶ ἀθυμῶν ἔλεγε· "Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·"