45
Κύριος ἐλάλησεν, ἡμεῖς δὲ οἱ εὐτελεῖς πρὸς σὲ τανῦν· "4ἄκουε, ἡ μεγάλη τοῦ θεοῦ κεφαλή, καὶ ἐνωτίζου, ἃ ὁ σατανᾶς ἀπειργάσατο"5. εἰ τοίνυν κατὰ θεοῦ βούλησιν καὶ ἀποδοχὴν ἡ συνάθροισις αὕτη ἥ τε ἀναθεματιστικὴ ἀπόφασις, οὐ θεοῦ ὁ νόμος δῆλον ὅτι οἵ τε προφῆται, μεθ' ὧν ὁ Πρόδρομος ὡς μοιχοελέγκτης, εἶτα καὶ τὸ εὐαγγέλιον, παρ' ὃ ἐκεῖνοι φίλην τὴν οἰκονομίαν αὐτῶν πεποίηνται. εἰ γὰρ φαῖεν τοῦ αὐτοῦ, δυοῖν θάτερον, ἢ ψευδήγορον τὸν Χριστόν, πάλαι μὲν ἐν τοῖς προφήταις λαλήσαντα καὶ νομοθετήσαντα, νῦν δὲ δι' ἑαυτοῦ ἐν τῷ εὐαγγελίῳ, ἀποφανοῦνται ἢ ἀληθεύοντα, ὥσπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια, αὐτοὺς ψεύδεσθαι καὶ θεοκατηγόρους ἐναποδειχθῆναι ἀραρότως, καὶ διὰ τοῦτο τοῦ ἀναθέματος, οὗ κατὰ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἀπεφήναντο, εἶναι ὑπευθύνους, βεβαιωσαμένους τὴν μοιχείαν καὶ μοιχοζευξίαν καὶ μοιχοσυνδρομίαν οἰκονομίαν θεοῦ καὶ ἁγίων. Καὶ ἀλλοίως οὐκ ἔστιν· οὐ γὰρ προσωποληψία παρὰ τῷ θεῷ, ὡς ὑποδεικνύουσιν οἱ μοιχειανοί, μὴ ἐφίσης τοὺς νόμους αὐτοῦ κεῖσθαι ἐπὶ πᾶσιν, ἀλλ' ἐπὶ τῶν βασιλέων, ὥς φησιν, ὑποχωρεῖν καὶ καινοτομεῖσθαι. καὶ ποῦ τὸ τῶν βασιλέων εὐαγγέλιον; ἀλλ' ὄντως ἠσεβήκασι λίαν, μὴ συνιέντες ὅτι θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμβάνει, καθὰ ἔφη ὁ ἱερὸς ἀπόστολος, μηδ' ὅτι ὁ αὐτὸς δι' ἑνὸς τῶν προφητῶν, ταλανίζων αὐτούς, λέγει, ὑμεῖς οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ' ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; γράφει δὲ καὶ Σολομὼν τάδε· ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε. καὶ μεθ' ἕτερα· ὅτι ὑπηρέται ὄντες τῆς τοῦ ὑψίστου βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε. φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης. πάλιν δὲ ὅτι καὶ ὅλον τὸ εὐαγγέλιον διὰ τῶν φθασάντων παρανομιῶν ἠθετήκασιν, ὦ ἱερὰ καὶ θεία κορυφή, ἐπεὶ καὶ ἓν ἀνόμημα ἀρκεῖ τὸν καθόλου νόμον ἀνατρέψαι· πᾶσαι γὰρ ἀλλήλων ἔχονται, φησὶν ὁ Μέγας Βασίλειος, αἱ ἐντολαί, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι, οὐκ ἐξ ἑαυτοῦ τοῦτο, ἀλλ' ἐκ τοῦ φθεγγομένου ἐν αὐτῷ Χριστοῦ λέγων, ὅς φησιν, πᾶς ὁ λύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλονότι ἀπολλύμενος. καὶ ὁ θεσπέσιος Ἰάκωβος, ὅστις, φησί, τελέσει ὅλον τὸν νόμον, πταίσει δὲ ἐν ἑνί, γέγονε πάτων ἔνοχος. Λελύκασιν οὖν παλαιὰν καὶ νέαν διαθήκην, ὦ μάκαρ, διὰ τῆς λύσεως οὐ τῶν ἐλαχίστων, ἀλλὰ τῶν μεγίστων ἐντολῶν Κυρίου, νόμον κατὰ νόμου εὐαγγελικοῦ ἐκτεθεικότες οἱ τάλανες, τὸ βούλημα τῶν βασιλέων προκρίνειν θεοῦ, ὁπόταν βούλοιντο. βούλονται δὲ ἄλλοι ἄλλο καὶ ἄλλοτε ἄλλως. καὶ διὰ τοῦτο ἀνατροπὴ τοῦ παντὸς μέχρι τοῦ Ἀντιχρίστου, καὶ ἐντεῦθεν εἰκότως ἡ λεγομένη παρ' αὐτοῖς οἰκονομία προσαγορευθήσεται ἀντιχριστικὴ προδρομία. περὶ γὰρ παραβάσεως κανόνων τί δεῖ καὶ λέγειν; ὁπότε γὰρ τοῦ εὐαγγελίου ἀποτροπάδην ἦλθον, σχολὴ περὶ αὐτῶν φροντίζειν. καὶ ὁ μὲν θεὸς διὰ τοῦ προφήτου τάδε φησίν· δώσω τὴν κλεῖδα οἴκου ∆αυὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. οἱ δὲ ἀντιθέως ἐφ' οἷς μὲν ἤνοιξεν, ἀπέκλεισαν, καθήραντες τοὺς ἀνευθύνους ὡς δοκεῖ αὐτοῖς, ἀλλ' οὐ θεῷ, ἐφ' οἷς δὲ ἔκλεισεν, ἤνοιξαν, προχειρισάμενοι τοὺς ὑποπίπτοντας καθαιρέσει θεοκρίτως ἅπαξ πρὸς τὸ αὐτοῖς δοκοῦν καὶ ἀρέσκον, ἀποχρώμενοι ἀεὶ δεσποτικῶς τοῖς ἱεροῖς κανόσιν ὡς ὑπηρέταις καὶ ὑποδουλίοις. Ταῦτα τῆς μοιχειανικῆς αἱρέσεως τὰ ἄνομα καὶ ἀσεβῆ ἐγχειρήματά τε καὶ ἀποτελέσματα. καὶ ταῦτα ὡς ἐλάχιστα τέκνα τῆς καθολικῆς ἐκκλησίας σοί, τῇ πρωτίστῳ ἡμῶν ἀποστολικῇ κεφαλῇ, ἀναγγεῖλαι κατὰ τὸ ἀναγκαῖον προεθυμήθημεν. λοιπὸν αὐτῆς ἐστι τὰ ἀρεστὰ θεῷ καὶ διανοηθῆναι καὶ πρᾶξαι, ὑπὸ Πνεύματος Ἁγίου ὡς ἐπ' ἄλλοις καὶ ἐν τῷδε κινουμένης, οὐ μὴν ἀλλὰ καὶ