1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

45

ἐθέσπισαν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν θεῖον τοῦτον ψάλλεσθαι ὕμνον· καὶ ἀπὸ τότε παρέλαβον πᾶσαι αἱ ἐκκλησίαι καθ' ἑκάστην ἡμέραν ᾄδειν αὐτὸν τῷ θεῷ. Κόσμου ἔτη εϠλαʹ. Τῆς θείας σαρκώσεως ἔτη υλαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. λαʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. δʹ. Ῥώμης ἐπίσκοπος Ξύστος ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς οὐ μόνον Βρετανίαν καὶ Γαλλίαν καὶ Ἱσπανίαν ἀνασώσασθαι οὐκ ἴσχυσεν, ἀλλὰ καὶ τὴν ἑσπέριον Λιβύην, τὴν τῶν Ἄφρων καλουμένην χώραν, προσαπώλεσε τρόπῳ τοιῷδε. δύο στρατηγοὶ ἦσαν Ἀέτιος καὶ Βονιφάτιος, οὓς Θεοδόσιος 94 κατὰ αἴτησιν Οὐαλεντινιανοῦ εἰς Ῥώμην ἀπέστειλεν. Βονιφατίου δὲ τὴν ἀρχὴν τῆς ἑσπερίου Λιβύης λαβόντος, φθονήσας ὁ Ἀέτιος διαβολὴν ποιεῖται κατ' αὐτοῦ ὡς ἀνταρσίαν μελετῶντος καὶ τῆς Λιβύης κρατῆσαι σπεύδοντος· καὶ ταῦτα μὲν πρὸς Πλακιδίαν ἔλεγεν, τὴν τοῦ Οὐαλεντινιανοῦ μητέρα. γράφει δὲ Βονιφατίῳ ὅτι· "ἐὰν μεταπεμφθῇς, παραγενέσθαι μὴ θελήσῃς, διεβλήθης γάρ, καὶ δόλῳ σε οἱ βασιλεῖς βούλονται χειρώσασθαι." ταῦτα δεξάμενος Βονιφάτιος καὶ ὡς γνησίῳ φίλῳ Ἀετίῳ πιστεύσας μεταπεμφθεὶς οὐ παρεγένετο. τότε οἱ βασιλεῖς τὸν Ἀέτιον ὡς εὐνοοῦντα ἀπεδέξαντο. ἦσαν δὲ τότε Γοτθικὰ ἔθνη πολλά τε καὶ μέγιστα πέραν τοῦ ∆ανουβίου ἐν τοῖς ὑπερβορείοις τόποις κατῳκισμένα. τούτων δὲ ἀξιολογώτερά εἰσι τέσσαρα, Γότθοι, Ἰσίγοτθοι, Γήπαιδες καὶ Οὐανδῆλοι ἐν ὀνόμασι μόνον καὶ οὐδενὶ ἑτέρῳ διαλλάττοντες, μιᾷ διαλέκτῳ κεχρημένοι· πάντες δὲ τῆς Ἀρείου ὑπάρχουσι κακοπιστίας. οὗτοι ἐπὶ Ἀρκαδίου καὶ Ὀνωρίου τὸν ∆ανοῦβιν διαβάντες ἐν τῇ τῶν Ῥωμαίων γῇ κατῳκίσθησαν. καὶ οἱ μὲν Γήπαιδες, ἐξ ὧν ὕστερον διῃρέθησαν Λογγίβαρδοι καὶ Ἄβαρεις, τὰ περὶ Σιγγιδόνα καὶ Σέρμιον χωρία ᾤκησαν. οἱ δὲ Ἰσίγοτθοι μετὰ Ἀλάριχον τὴν Ῥώμην πορθήσαντες εἰς Γαλλίας ἐχώρησαν καὶ τῶν ἐκεῖ ἐκράτησαν. Γότθοι δὲ Πανονίαν ἔσχον πρῶτον, ἔπειτα τῷ ιθʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ νέου ἐπιτρέψαντος τὰ τῆς Θρᾴκης χωρία ᾤκησαν καὶ ἐπὶ νηʹ χρόνους ἐν τῇ Θρᾴκῃ διατρίψαντες Θευδερίχου ἡγεμονεύοντος αὐτῶν, πατρικίου καὶ ὑπάτου, Ζήνωνος αὐτοῖς ἐπιτρέψαντος, τῆς ἑσπερίου βασιλείας ἐκράτησαν. οἱ δὲ Οὐανδῆλοι Ἀλανοὺς ἑταιρισάμενοι καὶ Γερμανοὺς τοὺς νῦν καλουμένους Φράγγους, διαβάντες τὸν Ῥῆνον ποταμόν, ἡγούμενον 95 ἔχοντες Γοδιγίσκλον κατῴκησαν ἐν Ἱσπανίᾳ, πρώτῃ οὔσῃ χώρᾳ τῆς Εὐρώπης ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Βονιφάτιος δὲ φοβηθεὶς τοὺς τῶν Ῥωμαίων βασιλεῖς, περάσας ἀπὸ Λιβύης εἰς Ἱσπανίαν πρὸς τοὺς Οὐανδήλους ἦλθεν. καὶ εὑρὼν τὸν μὲν Γοδιγίσκλον τελευτήσαντα, τοὺς δὲ ἐκείνου παῖδας Γόνθαρίν τε καὶ Γιζέριχον τὴν ἀρχὴν διέποντας, τούτους προτρεψάμενος τὴν ἑσπέριον Λιβύην εἰς τρία μέρη διελεῖν ὑπέσχετο, ἐφ' ᾧ ἕκαστον τοῦ τρίτου μέρους ἄρχειν σὺν αὐτῷ, κοινῇ δὲ ἀμύνεσθαι τὸν οἷον δήποτε πολέμιον. ἐπὶ ταύταις ταῖς ὁμολογίαις οἱ Οὐανδῆλοι τὸν πορθμὸν διαβάντες τὴν Λιβύην κατῴκησαν ἀπὸ τοῦ Ὠκεανοῦ μέχρι Τριπόλεως τῆς κατὰ Κυρήνην. οἱ δὲ Ἰσίγοτθοι ἀναστάντες ἀπὸ Γαλλίας ἐκράτησαν καὶ τὴν Ἱσπανίαν. τινὲς δὲ τῆς συγκλήτου Ῥωμαίων, φίλοι Βονιφατίου, τὴν Ἀετίου ψευδοκατηγορίαν ἀνήγγειλαν τῇ Πλακιδίᾳ, ἐμφανῆ ποιήσαντες καὶ τὴν πρὸς Βονιφάτιον Ἀετίου ἐπιστολήν, τοῦ Βονιφατίου ταύτην αὐτοῖς ἀποστείλαντος. ἡ δὲ Πλακιδία ἐκπλαγεῖσα τὸν μὲν Ἀέτιον οὐδὲν ἠδίκησεν, Βονιφατίῳ δὲ λόγον προτρεπτικὸν μεθ' ὅρκων ἀπέστειλεν. τοῦ δὲ Γονθαρίου τελευτήσαντος, Γιζέριχος τῶν Οὐανδήλων γέγονεν αὐτοκράτωρ. Βονιφάτιος οὖν τὸν λόγον δεξάμενος τῶν Οὐανδήλων κατεστράτευσεν, στρατοῦ μεγάλου ἐλθόντος αὐτῷ ἀπό τε Ῥώμης καὶ τοῦ Βυζαντίου, στρατηγοῦντος Ἄσπαρος. πολέμου δὲ