1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

46

πεποιήκασιν, ἔλεγεν· «οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι 82.3 τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος». ἀλλ' οἱ περὶ Εὐσέβιον καὶ τὸν νόμον παραποιεῖν ἐτόλμησαν καὶ πλέον τῶν ἀδικούντων ἀδικώτεροι γεγόνασιν. οὐ γὰρ ἐξ ἀρχῆς κατὰ μόνας ἔπραξαν, ἀλλ' ὅτε παρόντων ἡμῶν ἠσθένησαν, τότε λοιπὸν ἐξελθόντες ὡς Ἰουδαῖοι συμβούλιον ἔλαβον κατὰ μόνας, ὅπως ἡμᾶς μὲν ἀπολέσωσι, τὴν δὲ αἵρεσιν εἰσαγάγωσιν, ὡς ἐκεῖνοι τὸν Βαραββᾶν ᾐτήσαντο. τούτου χάριν αὐτοὶ ταῦτα πάντα πεποιηκέναι δι' ἑαυτῶν ὡμολόγησαν.

83.1 Καὶ εἰ ἀρκεῖ ταῦτα πρὸς πᾶσαν ἀπολογίαν, ὅμως ὑπὲρ τοῦ καὶ πλέον τούτων μὲν τὴν πονηρίαν δειχθῆναι, τῆς δὲ ἀληθείας τὴν ἐλευθερίαν, οὐδὲν ἐλύπει καὶ πάλιν ὑπομνῆσαι καὶ δεῖξαι ὡς αὐτοὶ ἑαυτοῖς ἐναντία ἔπραξαν καὶ ὡς ἐν σκότῳ βουλευόμενοι τοῖς ἑαυτῶν προσέκοπτον καὶ θέλοντες ἡμᾶς ἀνελεῖν ἑαυτοὺς ἔτρωσαν ὡς μαινόμενοι. 83.2 περὶ μυστηρίων γὰρ ἐρευνῶντες Ἰουδαίους ἀνέκρινον καὶ κατηχουμένους ἐξήταζον· «ποῦ ἦτε, ὅτε Μακάριος ἦλθε καὶ ἀνέτρεψε τὴν τράπεζαν;» κἀκεῖνοι ἀπεκρίναντο ὅτι «ἔνδον ὄντες ἐτυγχάνομεν». οὐκοῦν οὐκ ἦν προσφορά, εἰ κατηχούμενοι ἔνδον ἦσαν. ἔπειτα γράψαντες πανταχοῦ ὡς «ἑστῶτος τοῦ πρεσβυτέρου καὶ ἐπιτελοῦντος εἰσελθὼν Μακάριος ἀνέτρεψε πάντα», ἀνέκρινον οὓς ἠβούλοντο, ποῦ ἦν Ἰσχύρας, ὅτε Μακάριος ἐπέστη. κἀκεῖνοι πάλιν ἀπεκρίναντο ὅτι ἐν κελλίῳ νοσῶν κατακείμενος ἦν. οὐκοῦν 83.3 οὐχ εἱστήκει ὁ κατακείμενος οὐδὲ προσέφερεν ὁ ἐν κελλίῳ νοσῶν καὶ κατακείμενος. πρὸς τούτοις λέγοντος τοῦ Ἰσχύρα κεκαῦσθαι βιβλία παρὰ Μακαρίου οἱ ὑποβληθέντες μάρτυρες ἔλεγον μηδέν τι τοιοῦτον γεγενῆσθαι, ἀλλὰ ψεύδεσθαι τὸν Ἰσχύραν. καὶ τὸ θαυμαστόν, γράψαντες πάλιν πανταχοῦ ἠφανίσθαι παρ' ἡμῶν τοὺς δυναμένους μαρτυρεῖν, τούτους φαινομένους ἀνέκρινον καὶ οὐκ ᾐσχύνοντο βλέποντες ἑαυτοὺς συκοφάντας πανταχόθεν δεικνυμένους καὶ ταῦτα κατὰ μόνας πράττοντας ὡς ἠβούλοντο. ἔνευον μὲν γὰρ τοῖς μάρ τυσι, καὶ ὁ ἔπαρχος ἠπείλει, καὶ οἱ στρατιῶται ἔνυττον, ὁ δὲ κύριος τὴν ἀλήθειαν ἐξε 83.4 κάλυπτε καὶ συκοφάντας αὐτοὺς ἐδείκνυε. διὰ τοῦτο καὶ τὰ ὑπομνήματα ἔκρυψαν, καὶ αὐτοὶ μὲν ἔσχον αὐτά, παρήγγειλαν δὲ τοῖς γράψασιν ἀφανίσαι καὶ μηδενὶ τὸ σύν ολον ἐκδοῦναι. ἀλλ' ἐσφάλησαν καὶ ἐν τούτῳ· ὁ μὲν γὰρ γράψας αὐτὰ Ῥοῦφός ἐστιν ὁ νῦν ἐν τῇ Αὐγουσταμνικῇ σπεκουλάτωρ καὶ δύναται μαρτυρῆσαι, οἱ δὲ περὶ Εὐσέβιον εἰς Ῥώμην αὐτὰ διὰ τῶν ἰδίων ἀπέστειλαν, καὶ Ἰούλιος ὁ ἐπίσκοπος αὐτά μοι διεπέμψατο. καὶ μαίνονται νῦν, ὅτι ἃ ἐκεῖνοι ἀποκρύπτειν ἐβούλοντο, ἡμεῖς ἔσχομεν καὶ ἀνέγνωμεν.

84.1 Ταῦτα καὶ τὰ τοιαῦτα συνθέντες εὐθὺς καὶ τὴν αἰτίαν, δι' ἣν ταῦτα ἔπραξαν, ἐφανέρωσαν. ἀπερχόμενοι γὰρ ἀπήγαγον μεθ' ἑαυτῶν τοὺς Ἀρειανοὺς εἰς τὴν Ἱερουσαλήμ, κἀκεῖ τούτους εἰς κοινωνίαν ἐδέξαντο γράψαντες ἐπιστολὴν περὶ αὐτῶν, ἧς ἡ ἀρχὴ καὶ τὸ μέρος ἐστὶ τοῦτο. 84.2 Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ τοῖς κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν. 84.3 Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ θεοῦ χάρις πάρεσχεν, ἣν ἐποίησεν αὐτός τε ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ', ὅπερ ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν μακρὰν ἀπελάσαι βασκανίαν, δι' ἧς τὰ τοῦ θεοῦ μέλη πάλαι πρότερον διειστήκει, ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ