1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

46

μένων ἤδη πεπείραμαι. πλὴν δυσωπεῖ με καὶ εἰς ἐλπίδας ἄγει ἡ σὴ ὑπόσχεσις. δέδοικα δὲ ἐνθυμούμενος μὴ ἄρα οἱ δαίμονες τοῖς μάγοις ἐνίοτε πρὸς τὰ κελευόμενα οὐχ ὑπείκουσιν. καὶ ὁ Ἀππίων ἔφη· Ταῦτα ἐμοὶ σοῦ μᾶλλον συγχώρει εἰδέναι. πλὴν ἵνα μὴ δοκῇς πρὸς ὃ ἔφης, μηδὲν ἀκηκοέναι παρ' ἐμοῦ, μάθε πῶς ἀνάγκην ἔχουσιν οἱ δαί- μονες τοῖς μάγοις ὑπείκειν περὶ ὧν κελεύονται. ὡς γὰρ ἀδύνατόν ἐστιν στρατιώτην ἀντειπεῖν τῷ ἡγουμένῳ, αὐτοῖς τε τοῖς ἡγουμένοις οὐχ οἷόν τε παρακοῦσαι βασιλέως (εἰ γάρ τις ἀντερεῖ τοῖς ἐφεστηκόσιν, πάντως τιμωρίας ἀξιοῦται), οὕτως ἀδύνατόν ἐστιν τοὺς δαίμονας μὴ ὑπουργεῖν τοῖς αὐτῶν ἡγουμένοις ἀγγέλοις. καθ' ὧν ὁρκιζόμενοι φρίττοντες εἴκου- σιν, εὖ εἰδότες ὅτι ἀπειθήσαντες πάντως κολάζονται. ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι κατὰ τοῦ κρείττονος ὑπὸ μάγων ὁρκιζόμενοι ὑπείκουσιν, μή- πως ἀπειθείας κριθέντες ἀπόλωνται. εἰ γὰρ μὴ πάντα ἔμψυχα ὄντα καὶ λελογισμένα προεώρα τὴν ἐκ τοῦ κρείττονος δίκην, σύγχυσις ἂν ἐγεγόνει, τῶν πάντων στασιαζόντων πρὸς ἄλληλα. κἀγὼ ἔφην· Oὐκοῦν ὀρθῶς ἔχει τὰ ὑπὸ ποιητῶν καὶ φιλοσόφων λεγόμενα ὡς ἐν ᾅδου αἱ ψυχαὶ τῶν ἀσεβῶν κριθεῖσαι ἐφ' οἷς ἐτόλμησαν κολάζονται, οἷον Ἰξίωνος καὶ Ταντάλου Τιτυοῦ τε καὶ Σισύφου καὶ τῶν ∆αναοῦ θυγατέρων καὶ ὅσοι ποτὲ ἄλλοι ἐνταῦθα ἠσέβησαν; καὶ πῶς, εἴγε ταῦθ' οὕτως μὴ ἔχει, δυ- νατὸν ἂν μαγείαν ὑφεστάναι; τοῦ δὲ εἰπόντος οὕτω τὰ ἐν ᾅδου ἔχειν, ἐγὼ ἐπυθόμην· ∆ιὰ τί δὴ καὶ αὐτοὶ μαγείαν οὐ πεφοβήμεθα, ἐπὶ μοιχείας πεπεισμένοι τὴν ἐν ᾅδου δίκην; μαγείᾳ γὰρ βιάσασθαι τὴν μὴ θέλουσαν οὐ συντίθεμαι εἶναι δίκαιον. εἰ δέ τις αὐτὴν πείθειν ἐπαγγέλλεται, πρὸς τοῦτο μετὰ τοῦ καὶ χάριν ὁμολογεῖν ἑτοίμως ἔχω. καὶ ὁ Ἀππίων ἔφη· Oὐ δοκεῖ σοι ταὐτὸν εἶναι, εἴτε μαγείᾳ αὐτῆς ἐπιτύχοις εἴτε πείσας λόγοις; κἀγὼ ἔφην· Oὐ πάντως ὅμοιον· πολὺ γὰρ ἀφέστηκεν ἀλλήλων ἑκάτερον· ὁ μὲν γὰρ ἄκουσαν γυναῖκα τῇ τῆς μαγείας βίᾳ ἐπαναγκάσας ὡς ἐπιβουλεύσας σώφρονι χαλεπωτάτην ὑπέχει τὴν δίκην, ὁ δὲ λόγῳ πείσας καὶ ἐπὶ τῇ αὐτῆς ἐξουσίᾳ καὶ βουλῇ ποιησάμενος τὴν αἵρεσιν οὐκ ἐβιάσατο. ἧττον δὲ οἶμαι κολασθήσεσθαι τὸν πεπεικότα τοῦ βιασα- μένου· τοιγαροῦν εἰ μὲν πεῖσαι δύνασαι, χάριν ἕξω ἐπιτυχών, ἄλλως δὲ ἥδιόν μοι τεθνάναι μᾶλλον ἢ τὴν μὴ βουλομένην βιαίως ἐπαναγκά- σαι. καὶ ὁ Ἀππίων ἀληθῶς διαπορῶν ἔφη· Τί με χρὴ πρὸς σὲ λέγειν; ποτὲ μὲν γὰρ ὡς ὑπὸ ἔρωτος ἐνοχλούμενος εὔχῃ ἐπιτυχεῖν, ποτὲ δὲ ὡς οὐκ ἐρῶν τῆς ἐπιθυμίας προτιμᾷς τὸν φόβον. καὶ οἴει πείσας μὲν ὡς ἀνα- μάρτητος ἔσεσθαι ἀνεύθυνος, βίᾳ δὲ τῇ τῆς μαγείας ἐπιτυχὼν ὑφέξειν δίκην. ἀλλ' ἀγνοεῖς ὡς τὸ τέλος παντὸς πράγματος κρίνεται ὅτι γέγονεν, οὐ τὸ πῶς γέγονεν δοκιμάζεται. καὶ σὺ δὲ ἐὰν μοιχεύσῃς οὐ δήπου μα- γείᾳ μὲν δυνηθεὶς ὡς ἀσεβήσας κριθήσῃ, πείσας δὲ τῆς κατὰ τὴν μοι- χείαν ἁμαρτίας ἀπολυθήσῃ; κἀγὼ ἔφην· ∆ιὰ τὸ ἐρᾶν πάντως μοι προ- κειμένου τυχεῖν τῆς ἐρωμένης, ἀνάγκη μέν μοι ἑλέσθαι θάτερον, αἱρή- σομαι δέ, εἰ οἷόν τε, κολακεῦσαι μᾶλλον ἢ μαγεῦσαι. ἀλλ' οὐδὲ κολα- κείᾳ πείθειν αὐτὴν ῥᾴδιον· πάνυ γάρ ἐστιν ἡ γυνὴ φιλόσοφος. καὶ ὁ Ἀππίων ἔφη· Ταύτῃ μᾶλλον εὔελπίς εἰμι πείσειν αὐτὴν δυνήσεσθαι