46
δὲ κοῖλον ᾖ τὸ τραῦμα, θρέψον αὐτὸ δι' ἐμπλάστρων, ἵνα γεμισθὲν ἶσον τῷ ἀρτίῳ ἀποτελεσθῇ· ἐὰν δὲ ·υπανθῇ, τότε κάθαρον ξηρίῳ, τοῦτ' ἔστιν λόγῳ ἐπιτιμητικῷ· ἐὰν δὲ ὑπέρογκον γένηται, δριμεῖ κολλυρίῳ ἐξομάλισον αὐτό, ἀπειλῇ κρίσεως· κἂν νομὴ γένηται, καυτηρίασον αὐτὸ καὶ τὴν σηπεδόνα ἔκκοψον, στιβώσας νηστείαις. Ἐὰν δὲ ταῦτα ποιήσῃς καὶ γνῷς ὅτι ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἀλλ' ἐπεκτείνεται ἡ νομὴ καὶ προλαμβάνει πᾶσαν ἴασιν, ὡς ἡ γάγγραινα πᾶν μέλος σήπουσα, τότε μετὰ πολλῆς σκέψεως καὶ συμβουλίας καὶ ἑτέρων ἰατρῶν ἐμπείρων ἀπόκοψον τὸ διασαπὲν μέλος, ἵνα μὴ τὸ πᾶν φθαρῇ σῶμα τῆς Ἐκκλησίας. Μὴ ῥᾳδίως οὖν ἴσθι πρόχειρος εἰς τὸ ἀποκόπτειν, μηδὲ ταχέως εἰς τὸν μυριόδοντα πρίονα ὅρμα, ἀλλὰ πρῶτον χρῶ σμίλῃ, τὰ ἀποστήματα διαιρῶν, ὅπως τὸ ἐντὸς ἐγκεί μενον αἴτιον τῶν πόνων ποιῶν ἐκκριθὲν ἀναλγὲς τὸ σῶμα τηρήσῃ. Ἐὰν δέ τινα ἀμετανοήτως ἔχοντα βλέπῃς καὶ ἀπεσκληκότα, τότε μετὰ λύπης καὶ πένθους ἀνιάτως ἔχοντα τῆς Ἐκκλησίας ἀπόκοπτε· «Ἐξαρεῖτε γὰρ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν», καί· «Eὐλαβεῖς ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ», καὶ πάλιν· «Oὐ λήψῃ πρόσωπον ἐν κρίσει πλουσίου», καί· «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις.» Ἐὰν δὲ ψευδὴς ᾖ ἡ κατηγορία τῆς διαβολῆς καὶ ὑμεῖς οἱ ποιμένες σὺν τοῖς διακόνοις τὸ ψεῦδος ὡς ἀλήθειαν παραδέξησθε ἢ διὰ προσωποληψίαν ἢ διὰ δώρων ἐξαλλαγήν, βουλόμενοι τὸ ἀρεστὸν τῷ διαβόλῳ ποιεῖν, τὸν κατηγορού μενον μέν, ἀλλότριον ὑπάρχοντα δὲ τοῦ ἐγκλήματος, ἀπώσησθε τῆς Ἐκκλησίας, λόγον ὑφέξετε ἐν τῇ ἡμέρᾳ Κυρίου, ὅτι γέγραπται· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτε νεῖς· οὐ λήψῃ δῶρα πατάξαι ψυχήν· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ·ήματα δικαίων». Καὶ πάλιν· «Oἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.» Προσέχετε οὖν, μήπως προσωπολῆπται γενόμενοι ὑποπέσητε τῇ φωνῇ τοῦ Κυρίου ταύτῃ. Φυλάσσεσθε οὖν τὸ κατακρίνειν τινὰς ἀδίκως καὶ συνηγορεῖν τοῖς πονηροῖς· «Oὐαὶ γὰρ τῷ λέγοντι τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, τῷ τιθέντι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς.» Ἐὰν γὰρ ἑτέρους ἀδίκως κατακρίνητε, καθ' ἑαυτῶν ἀποφαίνεσθε, ὅτι λέγει ὁ Κύριος· «Ὣι κρίματι κρίνετε, κριθήσεσθε, καὶ ὡς καταδικάζετε, καταδικα σθήσεσθε.»