Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
με. Πέ τραν δὲ εἶναί φαμεν ἐνταῦθα, ἢ τὴν ἀῤῥαγῆ καὶ ἄθραυστον τῆς διανοίας παράστασιν εἰς τὸ καρτε ρεῖν, ἢ τὸν Χριστὸν ἐφ' ᾧ πάντες ἐρειδόμεθα· καὶ γάρ ἐστιν αὐτὸς ἡ πάντων ἰσχὺς, ἡ ἀκατάσειστος ὑποβάθρα. Ἐν αὐτῷ δὴ οὖν γεγονότες, διὰ πίστεώς τε καὶ ἁγιασμοῦ ὑψούμεθα. Χθαμαλὸν γὰρ οὐδὲν ἐν Χριστῷ· ἀποφέρει δὲ μᾶλλον ὑψοῦ τὰ αὐτοῦ θεσπί σματα τοὺς ἀνακειμένους αὐτῷ· ὑψοῦ δέ φημι κατ' ἀρετὴν, καὶ ὅτι χαμαιριφὲς ἐν τοῖς ἁγίοις οὐδὲν, καθ' ἃ γέγραπται, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.
ΨΑΛΜΟΣ ΚΖʹ.
Ψαλμὸς τῷ ∆αβίδ. (A f. 150 b) Ἄδει τὸν παρόντα ψαλμὸν ἐκ προσ ώπου τῶν
πιστευσάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων ποιεῖται κατάῤῥησιν, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποφοιτᾷ, καὶ προσοι κειοῦσθαι ζητεῖ τῷ Χριστῷ, πνευματικῶς δηλονότι. Πρὸς σὲ, Κύριε, ἐκέκραξα. (A f. 151) Τὴν δέ γε κραυγὴν ἐνταῦθά φαμεν, οὐχ ὑψηλὴν ἢ μεγάλην φωνὴν (ἀνάρμοστον γὰρ ἁγίοις τὸ οὕτω προσεύχεσθαι), ἀλλὰ τὸ τῆς διανοίας ἔντονον καὶ ἐρηρεισμένον ἀπερισπάστως πρὸς Θεόν. ∆έχεται γάρ πως τὰς τοιαύτας τῶν εὐχομένων φω νὰς, ὅταν ὁσίους ἐπαίρωσι χεῖρας ἐν καιρῷ προσ ευχῆς. Καὶ ἀσύνηθες μὲν Ἰουδαίοις τὸ χεῖρας ἐπαίρειν ἐν καιρῷ λιτῆς, ἐντριβὲς δὲ τοῖς ἐν Χριστῷ· δεικνύουσι γὰρ διὰ τῆς τῶν χειρῶν ἐκτάσεως τὸ τί 69.856 μιον σχῆμα τοῦ σωτηρίου σταυροῦ· δι' αὐτοῦ τοῦ πράγματος ὁμολογοῦντες, ὅτι Χριστῷ καθιεροῦνται, ποιούμενοι καύχημα τὸν σταυρὸν αὐτοῦ. Ὥσπερ γὰρ κοινωνοὶ τῶν παθημάτων αὐτοῦ γεγονότες, αἴ ροντες τὸν ἑαυτῶν σταυρὸν, καὶ ἀκολουθοῦντες αὐτῷ, καθ' ἅ φησιν αὐτὸς, τὸ τοῦ σταυροῦ πλαττόμεθα σχῆμα. Πλὴν οὐκ ἐν γωνίαις τῶν πλατειῶν Ἰουδαϊ κῶς προσευχόμεθα πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώ πων, ἀλλ' ἐν ναῷ ἁγίῳ Θεοῦ συνεσταλμένως χεῖρας ἐπαίρομεν, καὶ τὰς αἰτήσεις προσάγομεν· "Ὁ γὰρ οἶκός μου," φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου, "οἶκος προσευχῆς κληθήσεται." {Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κζʹ ψαλμοῦ.} Ἀγαθὴ ἡ ὁδὸς Κυρίου, καὶ οὐ σάρκα μᾶλλον, ἢ ψυχὰς καθαγνίζουσα, τὸ εὐαγγελικόν ἐστι κήρυγμα· αὐτὸ δὲ εἶναί φαμεν καὶ τὴν εἰς εὐθὺ διακομίζουσαν τρίβον. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτῷ, ἀλλ' οἷον εὐθεῖά τίς ἐστιν ὁδὸς καὶ βασιλικὴ καὶ ἁμαξιτὸς εὐτριβὴς, οὐδὲν ἔχουσα τὸ δρασὺ καὶ δυσχε ρὲς, ὀρθὴ δὲ μᾶλλον καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις εὐήλατος· τὸ μὴ τοιούτοις οὐκέτι.
ΨΑΛΜΟΣ ΚΘʹ.
Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. (A f. 163 b) Ἐν
προσώπῳ μὲν σώματος τὸ κάλλος νοεῖται. Πλεῖστα δὲ αὐτοῦ τὰ μέρη συνεισφέροντα τοῦ ἑνὸς κάλλους τὸ ἀποτέλεσμα, οἷον ὀφθαλμὸς, ὀφρὺς, παρειαὶ, καὶ τὰ λοιπά. Κατὰ τὸν ἴσον τρόπον καὶ τὸ κάλλος ἐννοοῦμεν τὸ πνευματικόν· ἓν γάρ ἐστιν ἐκ πολλῶν ἀρετῶν συνηγμένον εἰς τὸ ἀρτίως ἔχειν. Καὶ ἐν τάξει μὲν ὀφθαλμοῦ τιθέμεθα τὴν πίστιν· ὡς ἐν τάξει δὲ στόματος τὸν ἐν προφορᾷ λόγον, καὶ τὰ ἄλλα ἀνάλογον. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, οὕτως νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι "Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν." Καλὸς ἤμην, φησὶ, κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ γέγονα διὰ τὸ ἐξ ἐπιβουλῆς τοῦ ὅφεως νεκρωθῆναι τῷ παραπτώ ματι. Τῷ οὖν κάλλει μου, ᾧ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώτης κατασκευῆς, προσέθηκας