1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

46

μέγαν ἀρχι......... πρωτότοκον αὐτοῦ Λόγον· Θεὸν μὲν ὄντα καὶ Κύριον τῶν ......... ων ἱερέα δὲ τῆς πρώτης καὶ ἀγενήτου θεότητος· ...... ωρ δὲ εἶναι αὐτὸν φησὶν οὗ ἀνείληφεν ἀνθρώπου, ἱερέως μεγάλου .... αὐτοῦ χρηματίζοντος διὰ τὴν ἕνωσιν τὴν πρὸς τὸν μονογενῆ τοῦ Θεοῦ. Πολλῆς δὲ τῶν κατὰ τὸν τόπον δεομένων ἐξηγήσεως ἱκανὰ καὶ ταῦτα ὡς πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ψ. Τοῦ αὐτοῦ. Κ∆ʹ. Χαῖρε ...... θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ, ὁ βα ...... ἔρχεταί σοι δίκαιος καὶ σώζων, 125 αὐτὸς πραῢς καὶ ἐπι ....... ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης, καὶ ποταμῶν δι' ἐκβολὰς γῆς. Θυγάτηρ Σιὼν, ᾗ προστάσσει χαίρειν ὁ λόγος, πᾶσα ἡ τῆς νοητῆς καὶ ἐπουρανίου Σιὼν οἰ κατατυγχανει (sic) ψυχή· ἢ ἡ καὶ ἐπὶ γῆς διὰ Χριστοῦ συστᾶσα ἐξ ἐθνῶν ἐκκλησίας· ὁμοίως δ' αὖ πάλιν θυγάτηρ Ἱερουσαλὴμ, ἡ συγγένειαν φέρουσα τῆς ἐπουρανίου Ἱερουσαλήμ· οἷα τις ἦν ἡ Παύλου λέγοντος, ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μητὴρ ἡμῶν. Ταῖς δὴ οὖν τοιαύταις ψυχαῖς ὁ λόγος ἐπιδημήσειν τὸν Χριστὸν τοῦ Θεοῦ προανακηρύττει ἐπιβεβηκότα ὑποζυγίῳ καὶ πώλῳ νέῳ· οὕτω τῆς ἀνθρωπείας φύσεως, ἣν ἐπιδημήσας ἀνεί ληφεν, νοουμένης· μεθ' ἧς ἐξωλόθρευσε πᾶσαν πολεμικὴν δύναμιν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ φέρειν καρποὺς ἁγίους δυναμένης ψυχῆς, τοῦ Ἐφραὶμ εἰς καρποφορίαν μεταλαμβανομένου, καὶ εἰς ὅρασιν εἰρήνης κατὰ τὴν Ἑλλάδα γλῶτταν τῆς Ἱερουσαλήμ· καὶ δὴ ἐξολοθρεύσας τοὺς πρότερον τῆς ἀνθρωπότητος ἐπικρατούσας (sic) δαίμονας πονηροὺς, ἐξ ἁπάντων τῶν πάλαι τούτοις ὑποχειρίων ἐθνῶν μυρίους ὅσους ὑπὸ τὸν εὐσεβῆ τῆς διδασκαλίας αὐτοῦ ζυγὸν ὑπηγάγετο. Ταῦτα μὲν κατὰ διάνοιαν· καὶ ῥητῶς δὲ ὁ Χριστὸς ἐνανθρωπήσας καὶ σωματικῶς τὰς περὶ αὐτοῦ προφητείας ἐπιτελῶν, καὶ ταύτῃ πέρας ἐπιτέθεικεν, ὅτε κατὰ τὸν εὐαγγελιστὴν εἶπεν τοῖς ἑαυτοῦ μαθηταῖς, πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ 126 πῶλον δεδεμένην· λύσαντες οὖν αὐτὴν ἀγάγετε· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ποιεῖτε, ἐρεῖτε, ὁ κύριος ἀπο αὐτῶν χρείαν ἔχει· καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθὼς προσέταξεν αὐτοῖς. Τούτων δ' οὕτως ἐχόντων, παραθετέον τὰ ῥητὰ τοῖς μόνως σωματικῶς καὶ Ἰουδαϊκῶς τὰ προκείμενα ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γενήσεσθαι φανταζομένοις· δεικτέον τε αὐτο δὲ (sic) ὅπως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρούσιᾳ καὶ σωματικῶς περ αυτ...φεν μετὰ τῶν ἄλλων καὶ ἡ φάσκουσα προφητεία, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ. Ἡ γοῦν τοῦ Χριστοῦ θεία καὶ οὐράνιος δύναμις ἀπορρήτῳ ἐνεργείᾳ μετὰ τὴν .... τούτου ἐπιβουλήν· αὐτήν τε τὴν Ἱερουσαλὴμ σὺν καὶ τῇ προγ........ ἐν αἷς τῇ τυγχανούσῃ πολεμικῇ δυνάμει ἐξωλόθρευσε· τότ...... λαὸν τὸν ἐν αὐτῇ Ἐφραὶμ πολλάκις ὠνομασμένον ......... ........ ἐντολήν· πληθύνοντα ἵππον ἐν τῇ Ἱερουσαλὴμ καὶ ἁρματ........τικῶς διὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τ......κατ.......... γενομένους ἵππους· κτήνεσιν τοῖς ἀνοήτοις παρ' ὁμοια ......... οὓς ἐναργῶς πάντας ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐξωλόθρευς .... γοῦν τὴν σωτήριον παρουσίαν ἐξολοθρευθέντων ἐκείνων ..... τυχὸν πλῆθος ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐν ταῖς ψυχαῖς ........ κατεδέξαντο· τοῦ Θεοῦ κατάρξαντος καὶ κατακρατήσεως .... ἀγγελικοῦ ῥητοῦ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν ...... ην τοῦ θείου λόγου προφητείαν. 127 Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΕʹ. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι ........ καυχήσονται, λέγει Κύριος. Πάλιν Κύριος ὁ τοῦ Θεοῦ Λόγος κατισχύσειν ὑπισχνεῖται τοὺς ἀξίους ἐν Κυρίῳ Θεῷ αὐτῶν, τὸν Θεὸν καὶ Πατέρα ἑαυτοῦ δηλῶν. ∆ιὸ ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦτο σεσημειώσθω τὸ ῥητόν. Ψ. Τοῦ αὐτοῦ. Κʹ. Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστίν. Καὶ ἐρῶ πρὸς αὐτοὺς, Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστὶν, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου