ὄνομα ποταμοῦ· βιός· δῖος· Χῖος· οὕτως καὶ Φλίος· πλὴν τοῦ μεῖος· λεῖος· θεῖος· Κεῖος ἀπὸ τοῦ κέω· πλεῖος· χρεῖος ὁ χρήζων· ἀρεῖος ὁ ἀσθενῆς· πρόσκειται ἀρσενικὰ, διὰ τὸ νειὸς ἄρουρα, σημαίνει δὲ τὴν ἀρε ουμένην γῆν. 9Φιλοικτίρμον9: ∆ιὰ τοῦ ι· οὐχ ὡς ἐναντεῖος διὰ τῆς ει διφθόγγου· εἴρηται γὰρ ἐν τῷ τοῦ οἰκτίρμονος κανόνι. 9Φαρκίσ9: Σημαίνει δὲ τὴν ῥυτίδα, διὰ τοῦ ι γράφεται τῷ λόγῳ τοῦ σφραγίς. 9Φιλονικῆσαι9 καὶ 9Φιλόνικοσ9: Ἐπὶ τοῦ τὴν νικην φιλοῦν τος διὰ τοῦ ι ἡ παράδοσις. 9Φιλονεικία9: Τὸ νει δίφθογγον. 9Φωλεόσ9: Ἔστιν δὲ ἡ κατείσδυσις τῶν ἑρπετῶν· εἴρηται δὲ παρὰ τὸ φῶς ἀπολωλέναι. 9Φθία9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ια, εἴτε ἐπὶ πόλεως, εἴτε ἐπὶ χώρας, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· ἐπὶ χώρας· οἷον, Καππαδοκία· Ἀσία· Γαλατία· Ἰταλία· Λυκία· ἐπὶ δὲ πόλεως· οἷον, Φαρ-σαλία· Ἀπολλωνία· οὕτως οὖν καὶ Φθία· πρόσκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ Ἀλεξάνδρεια· καὶ πάλιν δὲ διὰ τοῦ ι γράφεται τὸ Φθία· ἐπειδὴ ἀπὸ τοῦ Φθίος κύριον ὄνομα γέ γονεν· τὸ δὲ Φθίος διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Φλίος· καὶ ἄλλως, ἀπὸ τοῦ ἴφθιμος, ἰφθίμη, γέγονεν ἰφθία καὶ Φθία· οἱονεὶ, ἡ ἰσχυρῶν ἀνδρῶν γεννητική. 9Φθιῶται9: ∆ιὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ Φθία γέγονεν, ὅπερ ὡς δέδεικται διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Φθιῶται μὲν ἐκα λοῦντο οἱ τοῦ Ἀχιλλέως· Φθίοι δὲ οἱ τοῦ Προτεσιλάου. 9Φιλήτησ9: ∆ιὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸν κλέπτην· καὶ λέγει ὁ τεχνικός· πολλὰ πάθη δίδωσι γὰρ ἀποβολὴ τοῦ υ τὸ ε· τὸ γὰρ ὑφειλέτης κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τῆς 272 ει διφθόγγου γράφεται· δίδωσι δὲ καὶ ἔκτασις τοῦ ε εἰς η· τὸ γὰρ ὑφειλέτης τὸ ε παραλήγεται· τὸ δὲ φιλήτης τὸ η· ὁ λέγων καὶ ὁ Τρύφων ὅτι εἰσὶ τινὰ ὀνόματα συμπάσχοντα τῷ δηλουμένων· οἷον, ἡμισυκύκλιον· λείπω, λιμός· οὕτως καὶ ἐν ταῦθα ἔπαθεν ἡ φωνὴ τὰ δηλούμενα· καὶ ἐν τῷ ὑφειλέτης γέγονεν φιλείτης· ἐπειδὴ γὰρ ἔνδειαν σημαίνει· ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· τούτου γὰρ χάριν καὶ φωνῆς ἔνδειαν ἐδέξατο, καὶ ἀπέβαλεν τὸ υ, καὶ τὸ ε, καὶ τροπὴν ἐποίησεν τοῦ ε εἰς τὸ η· κρείττων δέ ἐστιν εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέ της, καὶ παρὰ μάγω μαγέτης, οὕτως καὶ παρὰ τὸ φιλῶν γί νεται φιλέτης ἐν ἐκστάσει τοῦ ι, καὶ κατὰ τροπὴν τοῦ ε εἰς η, φιλήτης· φιλίτης γὰρ γέγονεν ὁ κλέπτης παρὰ τὸ φιλεῖσθαι κατὰ ἀντίφρασιν· οἱονεὶ, ὁ μισούμενος. 9Φοίνιξ9: ∆ιὰ τοῦ ι· τὰ εἰς διπλοῦν λήγοντα οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι. 9Φίκνον9: Ἔστιν δὲ ὄνομα ὄρους, διὰ τοῦ ι ἡ ἀρχὴ, τῷ κανόνι τῶν διπλῶν· κατὰ δὲ τὴν δευτέραν καὶ αὐτὴ διὰ τοῦ ι, κατὰ παράδοσιν. 9Φοινίκη9: ∆ιὰ τοῦ ι· πρῶτον μὲν ὅτι ἀπὸ τῆς Φοίνικος γε νικῆς· δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ικη ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, δίκη· νίκη· χωρὶς τοῦ Εὐνίκη, ἔστιν δὲ ὄνομα μιᾶς τῶν Νηρηΐδων· καὶ χωρὶς τοῦ φερείκη, ἔστιν δὲ εἶδος δέν δρου, ὅπερ ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου διὰ τοῦ ι ἐκτεταμένου γράφει. 9Φρίκη9: ∆ιὰ τοῦ ι· τῷ κανόνι τοῦ φοινίκος· καὶ ἄλλως, ὅτι παρὰ τὸ φρίσσω γέγονεν· ἐπειδὴ οὐδέποτε πρὸ τοῖν δύο ςσ δίφθογγος εὑρίσκεται. 9Φιμόσ9: ∆ιὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ σφίγγω γέγονεν σφιγγμὸς καὶ φιλιμός· τὸ δὲ σφίγγω διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς ων λήγοντα ῥήματα βαρύτονα, ἔχοντα δύο τὰ αὐτὰ σύμφωνα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, τίλλω· πάλλω· ἀΐσσω· ἐλίσσω· οὕτως καὶ σφίγγω· πρόσκει ται βαρύτονα, διὰ τὸ κρεισσῶ. 273 9Φινεύσ9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὸ ἰφθὶ καὶ τὸν νοῦν γέγο νεν· οἱονεὶ, ὁ ἰσχυρὸν ἔχων νοῦν· τὸ δὲ ἴφιος δέδεικται διὰ τοῦ ι γράφεσθαι· καὶ ἄλλως, τὰ εἰς ευς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ἀχιλλεύς· ∆ωριεύς· Ἐρετριεύς· Τηριεύς· ἁλιεύς· οὕτως οὖν καὶ Φινεύς· πλὴν τοῦ Νηλεύς. 9Φθεισήνωρ9: ∆ιὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ φθείρω διὰ τῆς ει διφθόγγου, καὶ φθίω διὰ τοῦ ι· ἐξ οὗ τὸ φθίσας· ἐκ τοῦ οὖν φθείω, τοῦ διὰ τῆς ει διφθόγγου, γέγονεν φθει σήνωρ. 9Φλία9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὸ θλίβω, ὅπερ δέδεικται διὰ τοῦ ι γράφεσθαι, γέγονεν θλία, καὶ κατὰ τροπὴν τοῦ θ εἰς τὸ φ φλιά· φλιὰ δέ ἐστιν τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις καὶ ἐπερείδεται. 9Φθείσω9: ∆ιὰ τῆς ει διφθόγγου