46
τῶν μετὰ ταῦτα βεβιωκότας, τάχιστα ἐπὶ τὴν παιδοποιίαν ἐλθεῖν, καὶ μὴ μᾶλλον κατὰ τοὺς παρὰ τοῖς οʹ σεσημειωμένους χρόνους; τούτων δ' οὖν καὶ ὁ σώφρων λογισμὸς ὑποβάλλει νοεῖν, ὥστε ἀνάγκη διημαρτῆσθαι ὁμολογεῖν τὴν μὲν παρὰ Ἰουδαίοις γραφὴν ἐν τοῖς ἀπὸ Ἀδὰμ καὶ ἐπὶ Ἀβραὰμ χρόνοις ἐκτὸςτριῶν περὶ τὸν Ἰάρεδ, τὴν δὲ παρὰ Σαμαρείταις ἐν τοῖς ἀπὸ Ἀδὰμ καὶ ἐπὶ τὸν κατακλυσμὸν μόνοις. τὰ γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ τὸν Ἀβραὰμ ἔτη σύμφωνα εὕρηται τῇ παρὰ τοῖς οʹ φερομένῃ τῶν ἐτῶν ση μειώσει. ἄντικρυς δὲ φαίνεται διημαρτημένως ἔχειν τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκόν. συνάγει γὰρ κατὰ τὸ αὐτὸ τοῖς χρόνοις τὸν Ἀβραὰμ καὶ τὸν Νῶε, ὅπερ οὐδεμία παρίστησιν ἱστορία. Εἰ γὰρ κατὰ τὴν Ἰουδαίων γραφὴν ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ Ἀβραὰμ ἔτη τυγχάνει ς ζβʹ, ἔζησε δὲ Νῶε κατὰ τοὺς αὐτοὺς μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ, δῆλός ἐστι παρατείνας τὴν ζωὴν μέχρι νηʹ ἔτους Ἀβραάμ. ἔστι δὲ καὶ ἄλλως τὴν ἀτοπίαν συνιδεῖν τῶν παρ' Ἰουδαίοις ἀντιγράφων ἀπὸ τοῦ τριακονταέτεις ἀναγράψαι τοὺς πρὸ τοῦ Ἀβραὰμ πεπαιδοποιημένους· ὁπότε οἱ μετὰ τὸν Ἀβραὰμ ἱστοροῦνται πρεσβύτεροι τῶν λʹ ἐτῶν ἐπὶ τὴν παιδοποιίαν ἐλθεῖν. Πανταχόθεν τοιγαροῦν τῆς τῶν οʹ ἑρμηνείας ἐκ παλαιᾶς, ὡς ἔοικε, καὶ ἀδιαστρόφου Ἑβραίων γραφῆς μεταβεβλῆσθαι συνισταμένης, εἰκότως ταύτῃ καὶ ἡμεῖς κεχρήμεθα κατὰ τὴν παροῦσαν χρονογραφίαν, ὅτε μά λιστα καὶ ἡ καθ' ὅλης τῆς οἰκουμένης ἡπλωμένη Χριστοῦ ἐκκλησία ταύτῃ μόνῃ προσέχει τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθη τῶν ἀρχῆθεν ταύτῃ χρῆσθαι παραδεδωκότων. Ἔστι τοίνυν κατὰ τοὺς οʹ τὰ μὲν ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη βσμβʹ, τὰ δὲ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ αʹ ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ, τὰ πάντα ἔτη γρπδʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη αχν ςʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ς ζβʹ, τὰ πάντα ἔτη α Ϡμηʹ, κατὰ δὲ τὸ παρὰ 101 Σαμαρείταις Ἑβραϊκὸν ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ατζʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ, τὰ πάντα ὁμοῦ ἔτη βσμθʹ.
ΚΟΣΜΟΥ ΕΤΗ Τῷ βψο ςʹ ἔτει τοῦ κόσμου ἡ διασπορὰ τῶν οβʹ ἐθνῶν γέγονε,
Φαλὲκ δὲ ἦν ἐτῶν εʹ. Τῷ βψ ζʹ ἔτει τοῦ κόσμου Χαναὰν ἐπέβη τοῖς ὁρίοις τοῦ Σήμ, ἁρπάσας βιαίως τὴν γῆν τὴν ἐσχάτην δοθεῖσαν τῷ Ἀβραάμ. Τῷ βωζʹ ἔτει τοῦ κόσμου Ἀρφαξὰδ ἀπέθανε. Τῷ βωληʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Φαλὲκ ξζʹ ἔτει, Καϊνᾶν ἀπέθανε, καὶ οἱ υἱοὶ τοῦ Σὴμ ἐπολέμησαν πρὸς τοὺς υἱοὺς Χὰμ περὶ τῶν ὁρίων τῆς Παλαιστίνης. Τῷ βωμθʹ ἔτει τοῦ κόσμου οἱ διασπαρέντες ἤρξαντο κτίζειν πόλεις. Τῷ β Ϡαʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Φαλὲκ ρλʹ, ἐγέννησεν ὁ Φαλὲκ τὸν Ῥαγαῦ. Γενεὰ ιζʹ Ῥαγαῦ ἔτη ρλβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος β Ϡβʹ. Τῷ γλγʹ ἔτει τοῦ κόσμου Ῥαγαῦ ἐγέννησε τὸν Σεροὺχ τῷ ρλβʹ ἔτει αὐτοῦ. Γενεὰ ιηʹ Σεροὺχ ἔτη ρλʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γλδʹ. Τῷ βψο ςʹ ἔτει τοῦ κόσμου οἱ Χαλδαῖοι πρῶτοι ἀνηγόρευσαν ἑαυτοῖς βασιλεῖς, ὧν πρῶτος Εὐήχιος, ὁ παρ' ἡμῖν Νεβρώδ, ἐβασίλευσε Βαβυλῶ νος ἔτη ςγʹ. Χαλδαίων βʹ ἐβασίλευσε Χοσμάσβηλος ἔτη ζʹ#171. τοῦ δὲ κόσμου ἦν ἔτος βψπβʹ. Χαλδαίων γʹ ἐβασίλευσε Πῶρος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βψ ζʹ. 102 Χαλδαίων δʹ ἐβασίλευσε Νεχούβης ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωκεʹ. Χαλδαίων εʹ ἐβασίλευσε Νάβιος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωξηʹ. Χαλδαίων ςʹ ἐβασίλευσεν Ὀνίβαλλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος β Ϡι ςʹ. Χαλδαίων ζʹ ἐβασίλευσε Ζίνζηρος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος β Ϡν ςʹ. Ἕως τούτου σκεʹ διήρκεσεν ἡ μετὰ τὴν διασπορὰν τῶν ζʹ Χαλδαίων βασιλέων ἀρχή, ἀπὸ τοῦ βψο ςʹ κοσμικοῦ ἔτους ἕως τοῦ γ κοσμικοῦ· ἀπὸ δὲ τοῦ γαʹ κοσμικοῦ ἔτους διεδέξαντο τὴν Χαλδαίων βασιλείαν Ἄρα βες ἐπὶ ἔτη σιεʹ, βασιλεῖς ςʹ, ἕως τοῦ γσιεʹ κοσμικοῦ ἔτους, ὧν ὁ χρόνος ὡς ὑποτέτακται. Τῷ βψο ςʹ ἔτει τοῦ κόσμου ὁ πρῶτος οἰκήσας τὴν Μεστραίαν χώραν, ἤτοι Αἴγυπτον, ἐβασίλευσεν ἐν αὐτῇ πρῶτος ἔτη λεʹ. Αἰγύπτου τῆς πάλαι Μεστραίας βασιλεῖς ἔτη αʹ Πρῶτος