46
Τζουρουλόης εἰς Ἡράκλειαν, ἀφίκετο τὴν τῆς Θρᾴκης, καὶ Συργιάννην ἐκεῖ κατακλείσας ἅμα τῷ ἐκ Βυζαντίου στρατῷ, ἐπολιόρκησεν ἐφ' ἡμέρᾳ μιᾷ. κἀκεῖθεν αὖθις ἀπαναστὰς, ἐστρατοπέδευσε περὶ ∆άνειον, ἐς τὴν ὑστεραίαν δ' εἴχετο τῆς φερούσης πρὸς τὸ Βυζάντιον. καὶ γενομένῳ κατὰ τὸ Ῥήγιον ὁ Καλοχαιρέτης ἐνέτυχεν ἀπαγγέλλων ὡς ἄπρακτος ἐπανήκει. κζʹ. Στρατοπεδευσαμένῳ δὲ αὐτοῦ ἔδοξε δέον εἶναι καὶ αὐτὸν πρὸς τὸν βασιλέα καὶ πάππον ἀποστεῖλαι πρεσβείαν περὶ εἰρήνης. πέμπει δὴ τὸν μέγαν κονοσταῦλον Ἰωάννην Παλαιολόγον, τὸν πρωτοστράτορος ἀδελφὸν, καὶ Ἰωάννην τὸν Ἀπλησφάρην, γράψας τῷ πάππῳ καὶ βασιλεῖ τοιαῦτα· «τῶν ἐμοὶ συνόντων συγκλητικῶν καὶ τῶν ἄλλων ἡγεμόνων τῆς στρατιᾶς κἀμοῦ συνειδότος, πρός σε περὶ εἰρήνης διαπρεσβευσαμένων καὶ μὴ τυχόντων, νυνὶ καὶ αὐτὸς σὺν αὐτοῖς αὖθις περὶ τῶν αὐτῶν πρεσβεύομεν, ὦ βασιλεῦ, καὶ δεόμεθά σου πάντες κοινῇ μὴ ὥς τι τῶν ἀτίμων ἀποῤῥιφῆναι, ἀλλ' εὐμενείας καὶ συγγνώμης τοῦ σοῦ κράτους τυχεῖν, ἐφιεμένους πάνυ σοῦ καὶ εἶναι δούλους καὶ ὀνομάζεσθαι, καὶ τὴν εἰρήνην ἀντὶ πολλῶν ἀγαθῶν ἄλλων ἐν εὐεργεσίας αἰτουμένους μέρει.» τούτους μὲν οὖν ἀπέστειλεν ὡς βασιλέα, ἐν ἡμέραις ὀκτὼ κελεύσας ἐπανελθεῖν, ἀρκεῖν πρὸς τὸ βασιλέα βουλεύσασθαι περὶ τῆς εἰρήνης τὸ διάστημα νομίσας τοῦ χρόνου· αὐτὸς δ' ἔμεινεν ἐν Ῥηγίῳ· δύο 1.134 δὲ ἡμερῶν παρεληλυθυιῶν πρὸς ταῖς δέκα, ὡς οἱ πρέσβεις οὐκ ἐπανῆκον, ἄρας ἐκ Ῥηγίου, ἦλθεν ἐγγὺς τῶν Βυζαντίου τειχῶν ὅσον μὴ βάλλεσθαι τοξείαις τοὺς στρατιώτας. πέμψας δ' ἐγγὺς τῶν ἑπομένων τινὰς, λέγειν ἐκέλευε τοῖς ἐπὶ τοῦ τείχους ἀπαγγέλλειν τῷ βασιλεῖ, ὡς «ὁ σὸς ἔγγονος, ἐπεὶ κατὰ τὴν προθεσμίαν οὐχ ἧκον οἱ πρέσβεις, ἐλθὼν αὐτὸς συγγνώμης δεῖται τυχεῖν.» οἱ δὲ μηδ' ἄκροις ὠσὶ παραδεξάμενοι τοὺς λόγους, βάλλοντες ἀπὸ τοῦ τείχους ἠνάγκασαν φυγεῖν. βασιλεὺς δ' ὁ νέος αὐτόθι διακαρτερήσας μέχρι κλινούσης ἡμέρας, ὀλίγον ἀναζεύξας ἐστρατοπέδευσεν ἐγγὺς Κοσμιδίου ἐν τοῖς Λυμπιδαρίου, καὶ τρεῖς μὲν ἔμεινεν ἡμέρας ἐκεῖ. χειμώνων δ' ἐξαισίων καὶ ὄμβρων ἐπιγενομένων, ὡς καὶ δύο τῶν στρατιωτῶν ὑπὸ ψύχους ἀποθανεῖν ἐν τῷ στρατοπέδῳ, ἐπεὶ περί τε εἰρήνης ἠλπίζετο μηδὲν ἔτι, ὅ, τε χειμὼν ἐπέκειτο σφοδρῶς, καὶ ἡ στρατιὰ τῶν πρὸς τὴν χρείαν ἠπόρει, οὐκ ἐπιτρεπόμενοι πρὸς τοῦ νέου βασιλέως τὴν χώραν κακοῦν, ἦσαν δὲ τάγματα τεσσαράκοντα, ἀναστρέψας ἦλθεν εἰς ∆ιδυμότειχον, καὶ διέλυσε τὴν στρατιάν. ἔτι δὲ ἐστρατοπεδευμένου πρὸς Βυζαντίῳ, Βοησίλας ὁ τοῦ Μυσῶν βασιλέως ἀδελφὸς, τοῦ νέου βασιλέως ἀποστὰς, πρὸς τὸν πρεσβύτερον ηὐτομόλησεν. ὁ νέος δὲ βασιλεὺς μετὰ τὴν εἰς ∆ιδυμότειχον ἄφιξιν ἐνόσησε ῥῖγος καθημερινὸν ἐν ἡμέραις τεσσαράκοντα ἐφεξῆς· τούτου δὲ πεπαυμένου, αἵματος ἄπιστόν τι χρῆμα διὰ τῶν μυκτήρων ἐῤῥύη ἐν ἡμέραις δυοκαίδεκα συνεχῶς. λωφήσαντος δὲ καὶ 1.135 τούτου τοῦ κακοῦ, αὖθις ἐῤῥίγωσε τεταρταῖον ἐν ἑνὶ καὶ δέκα μησίν. ἀπὸ δὲ τοῦ τοιούτου κακοῦ τά τε σπλάγχνα καὶ ὁ σπλὴν κακῶς διατεθέντα, ἄχρι καὶ τελευτῆς αὐτοῦ τῆς κακώσεως οὐκ ἴσχυσαν ἀπαλλαγῆναι· ἀλλὰ πόνοις καὶ καθημερινοῖς γυμνασίοις μεθώδευε τὸ κακὸν ὅπως ἀναπνεῖν ἐῴη. ὁ δέ γε πρεσβύτερος βασιλεὺς, καίτοι θαυμαζόμενος ἐπὶ συνέσει, καὶ δεινὸς δοκῶν ἐκ τῶν πραγμάτων συνεῖναι τὸ δέον, ὁρῶν τὸν ἔγγονον πλήθει τε στρατιᾶς καὶ προθυμίᾳ καὶ ἀνδρίᾳ τῇ πρὸς τὰς μάχας ὑπερέχοντα πολλῷ τῶν αὐτοῦ, καὶ δίκαιος ὢν προσδέξασθαι τὴν εἰρήνην, ἐπεὶ καὶ μετὰ καλοῦ τοῦ σχήματος ἐγίνετο, δεομένων ἐκείνων· ὁ δὲ, ἐπιπολὺ μὲν ἠξίωσεν ἀποκρίσεως οὐδεμιᾶς τοὺς ἐπὶ τῇ εἰρήνῃ ἀφιγμένους πρέσβεις, χρόνου δὲ παρῳχηκότος πολλοῦ, ἀπέπεμψεν ἀπράκτους. ἐνῆγε δὲ αὐτὸν πρὸς τὸ μᾶλλον τὸν πόλεμον αἱρεῖσθαι μάλιστα μὲν καὶ ἡ τοῦ Συργιάννη ἄφιξις πρὸς αὐτὸν, μέγα τι καὶ ἀξιόλογον ὄντος προσδοκίμου πράττειν· οὐχ ἥκιστα δὲ καὶ τὰ νεωτερισθέντα ἐν τῇ Ῥοδόπῃ. ὁ γὰρ Παλαιολόγος Ἀνδρόνικος ὁ μέγας στρατοπεδάρχης παρὰ βασιλέως τοῦ νέου τῶν κατὰ τὴν Ῥοδόπην ἐπαρχιῶν Στενιμάχου καὶ Τζεπαίνης πόλεων καὶ