46
ανδρας, ὡς ῃτησαν, τοῦ Μεμφιβοσθὲ φεισάμενος· οἱ δὲ λαβόντες τοὺς ανδρας ἀπέκτειναν. καὶ κατήνεγκεν ὁ θεὸς ἐπὶ τὴν γῆν ὑετόν. Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύλους ὁ ∆αβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο ἐκλυθείς· καί τις τῶν ἐναντίων ουτως εχοντα ἰδὼν ωρμησε πατάξαι αὐτόν, ̓Αβεσὰ δὲ ὁ ἀδελφὸς ̓Ιωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον εκτεινε. καὶ διὰ τοῦτο ωμοσαν οἱ περὶ ∆αβὶδ μηκέτι παραχωρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν ἀλλοφύλων στρατευσαμένων στείλας ὁ βασιλεὺς στρατὸν ἐπ' αὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μικρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ετι κατὰ τῆς χώρας τῶν ̓Ισραηλιτῶν. καὶ ην παρ' αὐτοῖς γιγαντιαῖος ἀνήρ, εξ δακτύλους εχων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· ῳ συμπλακεὶς ὁ ̓Ιωνάθαν ἀδελφιδοῦς τοῦ ∆αβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς ̔Εβραίοις μαχέσασθαι. Εἰρήνης δ' εκτοτε τυχὼν ὁ ∆αβὶδ ᾠδὰς συνέθετο 1.116 πρὸς θεόν, καὶ οργανα κατασκευάσας μετ' αὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς υμνους ᾳδειν. τοιαῦτα δ' ησαν τὰ οργανα· ἡ μὲν κινύρα δεκάχορδος ην καὶ πλήκτρῳ ἐκρούετο, ἡ δὲ νάβλα δώδεκα φθόγγους εχουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρχον χάλκεα, μεγάλα τε καὶ πλατέα. ην δὲ περὶ τὸν ∆αβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οι πολλάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ ἐστρατοπεδευκότων ὁ βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος υδωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκείνου τοῦ φρέατος, καὶ αυθις διὰ τῶν πολεμίων διελθόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρεμούντων, τῷ βασιλεῖ τὸ υδωρ προσκεκομίκασιν. ὁ δέ "ιλεώς μοι κύριος" ειπεν, "οὐ πίομαι τοῦτο, αιματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν." οὐκ επιεν ουν, ἀλλ' εσπεισεν αὐτὸ τῷ θεῷ. ̓Απαριθμῆσαι δὲ τὸν λαὸν απαντα βουληθεὶς ἐκέλευσε τῷ ̓Ιωὰβ ποιῆσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, ὁ βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν ̓Ιωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ ην ὁ ἀριθμὸς ̓Ισραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ ̓Ιούδα φυλῆς. ειτα μετεμέλετο ὁ ∆αβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ ὁ προφήτης κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν ∆αβὶδ καί φησιν "ἐκ τριῶν τούτων εκλεξαι ο πρὸς βουλῆς σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ετη ἑπτὰ λιμὸν εσεσθαί 1.117 σοι κατὰ τὴν χώραν, η τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, η θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ." ὁ δέ "στενά μοι πάντοθεν" εφη, "ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν." καὶ ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν εως ωρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ ∆αβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὁ ὀλοθρεύων αγγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ ̔Ιερουσαλήμ. ειπεν ουν ὁ βασιλεύς "ἐγὼ ἡμάρτηκα, κύριε, ὁ ποιμήν, τὰ δὲ ποίμνια ὁ λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως αξιος καὶ οὐχ ουτοι." δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν ὁ θεὸς επαυσε τὴν φθοράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ αλωνι τοῦ ̓Ιεβουσαίου ̓Ορνᾶ θυσιαστήριον ἐκέλευσε πήξασθαι καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν ουτως ∆αβίδ, ὠνησάμενος τὴν αλω ἐκ τοῦ ̓Ορνᾶ. ὡς δὲ ̓Ιώσηπος εγραψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν ̓Αβραὰμ τὸν ̓Ισαὰκ ωστε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι ∆αβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλ' ἀπείρχθη πρὸς θεοῦ. Πρεσβύτης δὲ σφόδρα γενόμενος ὁ ∆αβὶδ δύσριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέξαντο· ̓Αβισὰκ ονομα αὐτῇ· καὶ ην ἡ κόρη συγκοιταζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ εγνω αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ