46
κτίσαντος αὐτήν. ὁ πολίτης ̓Αναζαρβεύς· ὡς Καρυανδεύς. ἀφ' ης ∆ιοσκορίδης ἰατρὸς χρηματίζων· καὶ ̓Ασκληπιάδης ὁ ̓Αναζαρβεύς. ̓Ανάβλησισ. ὑπέρθεσις καὶ ἀναβολή. ̓Ανάδικοι κινήσεισ. αἱ ανωθεν δικαζόμεναι. οταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυροῦντες. ̓Αναδομή. ἀναδασμός. ἐγὼ δὲ λέγω ἀνάκτισις. ̓Αναδρομαί. ἀναβάσεις. ἀναδρομὴ γίνοιτο κοὐ σφαλλόμεθα. ̓Αναζυγαῖσ. ἀναστροφαῖς, στρατοπεδίαις, ἀναλύσεσι τῶν στρατοπεδευμάτων. Πολύβιος· ὁ δὲ Φίλιππος οὐδενὶ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαληνίαν κατῇρεν. ̓Ανάεδνον. απροικον. ̓Ανάθεσισ. ὑπέρθεσις. τὰ χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν ποιήσαντες ἀνάθεσιν. Αννα. πόλις τῆς ̓Ιουδαίας. ὁ πολίτης ̓Αννίτης.* ̓Ανωμαλίαν. νόσον η ἀσθένειαν.* ̓Ανία. θλίψις, λύπη, παρὰ τὸ ἰῶ, ο σημαίνει ὑγιάζω καὶ θεραπεύω, γίνεται ἀϊῶ κατὰ στέρησιν, καὶ πλεονασμῷ τοῦ ˉν ἀνιῶ· ἡ γὰρ ἀνία alpha.180 ἐστέρηται τῆς ἰάσεως. τὰ διὰ τοῦ ˉνˉιˉα μακρὸν εχει τὸ ˉα, μὴ εχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ˉεˉυˉω, διὰ τοῦ ˉι γράφεται. οιον, μανία, πενία, ῥοδωνία, ἰσωνία, ἡ ιση πρᾶσις· ουτω καὶ ἀνία. πρόσκειται μὴ εχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ˉεˉυˉω, οιον ἑρμηνεύω, ἑρμηνεία, σαλακωνεύω, σαλακωνεία· σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται μακρὸν εχοντα τὸ ˉα, διὰ τὸ σαφήνεια, εὐγένεια, ἀπήνεια. τὸ μνεία δὲ οὐκ ἀντίκειται, ἐπεὶ οὐκ εστιν ἀπὸ τοῦ μνεύω. ̓Ανακάθαρσισ. ἐπίλυσις, διακρίνησις. ̓Ανάκαια. δῆμος φυλῆς τῆς ̔Ιπποθωοντίδος. ̓Ανακαίνησισ. ἡ ἀνανέωσις. λέγεται δὲ καὶ ἀνακαίνωσις. ̓Ανάκλησισ. ἡ προσφώνησις. διὰ δὲ τοῦ ˉι ἡ ἀνάπαυσις. ̓Ανακτορίαν. δεσποτείαν. ̓Ανακεφαλαίωσισ. ἡ ἐξ ἀρχῆς ερευνα. ̓Ανάκρισισ. ἡ ἐξέτασις. ̓Ανάκρησις δὲ, ἡ ἀνάκρασις, ˉη. ̓Ανάληψισ. ἡ ἀνάῤῥωσις. σπουδὴν ἐποιεῖτο ὑπὲρ ἀναλήψεως καὶ θεραπείας τῶν ἀνδρῶν. ̓Ανάλυσισ. ἐξάπλωσις. ορος γάρ ἐστι λόγος κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος τοῦ ὁριστικοῦ κεφαλαιωδῶς. καὶ αλλως· ἀνάλυσις ἡ ὑπὸ σχήματος ἐπὶ σχῆμα· τῶν τρόπων ἀνακύκλησις. ̓Αναλογία. τὸ λέγειν· ον λόγον εχει ὁ δύο ἀριθμὸς πρὸς τὸν τέσσαρα, τοῦτον ὁ τρία πρὸς alpha.181 τὸν εξ, ἀμφότερα γὰρ διπλάσια. η ἀναλογία ἐστὶν ἡ τὸ πολυσχεδὲς τῶν ἀνθρώπων φθέγμα συντόνως παραδιδοῦσα. ̓Ανάμνησισ. μνήμης ἐξιτήλου γενομένης ἀνάτησις. η ευρεσις φαντάσματος. ἀρξαμένη γὰρ ἀπὸ τῆς ψυχῆς διαβαίνει ἐπὶ τὸ ἐζωωμένον σῶμα. ἀναμνησθέντες γὰρ φοβεροῦ τινὸς ἡμῖν γενομένου ὠχριάσαμεν, καὶ τοῦ πλοῦ ἀναμνησθέντες ἐναυτιάσαμεν. ̓Αναπειστηρίαν. δυναμένην πείθειν τοὺς ἀκούοντας. ̓Ανάπειρα. ἡ εἰρεσία. -ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις ἐγύμναζεν. ̓Αναμπλάκητοι. αἱ εἰς μηδὲν ἁμαρτάνουσαι, ἀλλὰ πάντων κρατοῦσαι. η αφυκτοι, ἀπλάνητοι, ἀπροσπέλαστοι. ̓Αναπνοή. εισοδος ἀέρος, ὑπὸ μετεωρισμοῦ πνεύμονος, δι' αυξησιν τοῦ ἐν ἡμῖν θερμοῦ. alpha.182 ̓Ανάπαυλα. ἡ ἀνάπαυσις. ̓Αναῤῥῶγασ. τὰς ἐν τῷ μεγάρῳ διόδους· ιν' ῃ τὸ ἀνάῤῥηγμα τοῦ τείχους. η τὰς ῥαγάδας. ̓Αναροίβδησισ. ἡ ἀναφορὰ τῶν ὑδάτων. ̓Ανάῤῥησισ. στέφανος, η ἀνακήρυξις. ἀνάῤῥυσις δὲ, ἡ ἐλευθερία, ψιλόν. ̓Ανασύνταξισ. τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις. οταν δόξῃ τῷ δήμῳ χρήζειν προσθήκης η ἀφαιρέσεως, καὶ ελωνται τοὺς τοῦτο πράξαντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν. ̓Ανακομιδή. ἐπάνοδος. ̓Ανάρτησισ. ἡ ἀνακρέμασις. ̓Ανακωχή. ἡ ἀνάπαυσις, ἡ πρὸς μικρὸν εἰρήνη ἐν τῷ πολέμῳ. παρὰ τὸ ανω τὰς ἀκωκὰς εχειν. Ανασσα. ἡ βασίλισσα. ̓Αναξυρίσ. τὸ βρακίον. ̓Αναστροφή. πολιτεία, διαγωγή. alpha.183 ̓Ανάστασισ. τοῦ πεπτωκότος εγερσις. ἀνάστασις δὲ, ἡ τῶν διαζευχθέντων στοιχείων κελεύσει τοῦ κτίσαντος πρὸς ἑαυτὰ συνδρομή. ̓Ανάστασις Χριστοῦ. ἡ μετάθεσις τῆς λογικῆς φύσεως ἐκ φθορᾶς πρὸς τὴν ἀφθαρσίαν, καὶ ἐκ τῆς ἀγνοίας πρὸς τὴν ἀπλανῆ γνῶσιν. ̓Ανατάσεισ. ἐπαπειλήσεις ὑπερηφάνους. τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δὲ ἀνατάσεις καὶ ἐπαπειλήσεις ελεγον. ̓Ανάτασισ. ἡ μετὰ πικρίας καὶ θρασύτητος ἀπειλή. Πολύβιος· οἱ μὲν ουν περὶ Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως, ἐπανῆλθον.