σοφίσματος· πρὸς αὐτὴν δὲ τὴν ἐρώτησιν οὕτως ἀποκρινόμεθα, ὅτι οὐδὲ ἡμεῖς ἀνακολούθως διδασκόμεθα, ἀλλ' ὡς ἐμάνθανον οἱ ἀπόστολοι, πρῶτον μὲν τὰ τοῦ νόμου, ὕστερον δὲ τὰ εὐαγ γέλια, οὕτως καὶ ἡμᾶς ἐδίδαξαν. Μαρτυροῦσι δὲ τοῦτο αἱ αὐτῶν φωναί, ἐν αἷς κατήγγειλαν τὸ εὐαγγέλιον· πανταχοῦ γὰρ ἐκ τοῦ νόμου τὸν Χριστὸν κηρύξαντες, ἐκ τῶν πρώτων τὰ ὕστερα καὶ ἐκ τῶν ἡσσόνων τὰ μείζονα. Τὸ γὰρ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν κατ' ἐμέ· καὶ τὸ Eἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ Ὅτι οὐκ ἐγκατέλειψας τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ ἡ σάρξ μου εἶδε διαφθοράν· φωναί εἰσι τοῦ νόμου προκαταγγείλασαι ἐν αὐταῖς τὸν Χριστόν, αἷς καὶ ὁ ἀπόστολος χρησάμενος τοῖς Ἰουδαίοις τὸ εὐαγγέλιον ἐκήρυξε. Καὶ ὡς μὲν πρὸς τὴν μάθησιν, οὐδὲν διέστηκε τὰ εὐαγγέλια τοῦ νόμου· ὡς δὲ πρὸς τὴν ἐπαγγελίαν καὶ ἀπόδοσιν, διέστηκε. Τί γάρ ἐστιν ὁ νό μος; Eὐαγγέλιον προκατηγγελμένον. Τί δὲ τὸ εὐαγγέλιον; Νόμος πεπληρωμένος. Ἐρώτησις ρβ. Eἰ περιττὸν καὶ λεῖπον ἐν τῇ τοῦ σώματος ἡμῶν κατα σκευῇ ὁ δημιουργὸς οὐ πεποίηται, διὰ τί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέρος τῶν Ἰουδαίων ἀπετέμνετο; Eἰς τί δὲ χρή σιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ' ἐν τῷ παιδοποιῷ μορίῳ τὴν περιτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλή φασι; ∆ιὰ τί δέ, ἐκείνων ὡς χρησίμην ταύτην λαβόντων, τῇ τοιαύτῃ χειρουργίᾳ ὁμοίως καὶ ἡμεῖς οὐ κεχρήμεθα; Ἀπόκρισις. Ἐπειδὴ διὰ τὸ γῆρας αὐτοῦ τε καὶ τῆς ἐλευθέρας γαμετῆς ἐν ἀπογνώσει τοῦ παιδοποιεῖν ἐκ τῆς ἐλευθέρας καθιστάμε νος ὁ Ἀβραὰμ ἐπαγγελίαν παιδοποιΐας ἐδέξατο παρὰ τοῦ θεοῦ, καὶ πιστεύσας θεῷ παρὰ τὸν χρόνον τῆς ἡλικίας ἔσεσθαι πατὴρ τοῦ ἐκ τῆς γεγηρακυίας στείρας αὐτῷ γενομένου υἱοῦ, διὰ τοῦτο ἔδωκεν αὐτῷ ὁ θεὸς σφραγῖδα ταύτης τῆς πί στεως τὴν περιτομὴν τῆς ἀκροβυστίας μορίου τοῦ διὰ μὲν τὸ γῆρας πρὸς παιδοποιΐαν ἀχρήστου γενομένου, διὰ δὲ τὴν πί στιν τοῦ Ἀβραὰμ εἰς παιδοποιΐαν γεγονότος χρησίμου. Παρέ πεμψε δὲ ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ' ἐλπίδα πατρὸς γενομένου, ὑφιστάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πίστεως καὶ τῆς τοῦ θεοῦ δυ νάμεως, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Περιτεμνόμεθα δὲ καὶ ἡμεῖς τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος, ἐκδυόμενοι τὸν Ἀδάμ, δι' ὃν ἁμαρτωλοὶ γεγονότες τεθνήκαμεν, καὶ ἐνδυόμενοι τὸν Χριστόν, δι' ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νεκρῶν· ἐν ᾧ, φησὶν ὁ ἀπόστολος, περιετμήθητε περιτομὴν ἀχειροποίητον τῇ ἀπεκ δύσει τοῦ σώματος ὑμῶν. Ἐρώτησις ργ. Eἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ