1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

46

τῶν Τρωγλοδυτῶν, οἵτινες οὐ φέροντες τὸν ἥλιον ὑπὸ τὴν γῆν οἰκοῦσιν, ὅ τε ἄργυρος κατ' ἐκεῖνον τὸν τόπον ἀπομολυβοῦται καὶ οὐδεμία ὕλη οὐκ ἀποτήκεται· ἄλλως δὲ πολλοὺς εἶναι ποταμοὺς ἐκκειμένους τῷ νότῳ, ὧν οὐδένα ὁρῶμεν καίπερ ὑπερκειμένων ὀρῶν πλημμυροῦντα τῷ θέρει. Εὐθυμένης δὲ ὁ μασσαλιώτης φησὶ διαπλεῦσαι τὴν Ἀτλαντικὴν θάλατταν, ἐξ ἐκείνης τε ἰδεῖν τὸν Νεῖλον ἐκτρέχοντα καὶ τότε μᾶλλον ὀγκοῦσθαι, ὅταν οἱ λεγόμενοι ἐτήσιοι πνέωσι· τότε γάρ φησιν ἐξωθεῖσθαι ὑπὸ τῶν ἀνέμων τὴν θάλατταν, τούτων δὲ παυομένων ἡσυχάζειν. γλυκὺ δὲ σχεδὸν τὸ τῆς Ἀτλαντικῆς θαλάττης ὕδωρ, καὶ ὅμοια τὰ ταύτης θηρία τοῖς τοῦ Νείλου. ἀντιλέγει δὲ καὶ ταύτῃ τῇ δόξῃ ὁ Σενέκας φάσκων, τὸ μὲν γλυκὺ καὶ λεπτὸν ὕδωρ ὑπὸ τοῦ ἡλίου ἀναρπάζεσθαι καὶ τρόποις ἅπασιν ἁλμυρὰν εἶναι πᾶσαν θάλασσαν, καὶ μηδὲν ἀληθὲς εἶναι τοῦτο· εἰ γὰρ τοῦτο ἦν, καὶ τῷ χειμῶνι ἂν ἐπεδίδου ὁ Νεῖλος, καὶ ἔτι μᾶλλον, ὅσῳ καὶ βιαιοτέρα ἡ τῶν ἀνέμων φορά· ἔτι δὲ καὶ ἰλυώδης μᾶλλον καὶ κυανοῦς φαίνεται, ὅπερ ἀλλότριον θαλαττίων ὑδάτων. μεθ' ὃν ∆ιογένης ὁ Ἀπολλωνιάτης φησί, τοῦ ἡλίου ἁρπάζοντος τὴν ὑγρότητα, ἕλκεσθαι ὑπὸ τῆς ξηρᾶς τὸν Νεῖλον ἐκ τῆς θαλάττης· σηραγγώδης γὰρ κατὰ φύσιν ὑπάρχουσα καὶ διατετρημένη ἕλκει πρὸς ἑαυτὴν τὸ ὑγρόν, καὶ ὅσῳ μᾶλλον ξηροτέρα ἡ γῆ τῆς Αἰγύπτου, τοσούτῳ πλέον ἕλκει πρὸς ἑαυτὴν τὴν νοτίδα, καθάπερ τὸ ἔλαιον ἐπὶ τῶν λύχνων ἐκεῖσε πλέον ὁρμᾷ, ὅπη καὶ δαπανᾶται ὑπὸ τοῦ πυρός. ὁ δὲ Ἡρόδοτος παρὰ πάντων τῶν ποταμῶν ἕλκειν τὸν ἥλιον τὸ ὑγρόν φησι τὴν πρόσγειον νότου ζώνην διατρέχοντα, πρὸς δὲ τῷ θέρει πρὸς βορρᾶν ἐκκλίνοντα ἐκκαλεῖσθαι τὸν Νεῖλον, καὶ διὰ ταύτην τὴν αἰτίαν αὐτὸν ἀναχεῖσθαι κατὰ τὸ θέρος. οἱ δὲ Αἰγύπτιοί φασι, τοὺς ἐτησίους πάσας ἐξ ὑπερτέρου τὰς νεφέλας ἐπὶ τὸν νότον ἐξωθεῖν καὶ ἐκεῖθεν βαρείας καταφερομένης βροχῆς ἀναβλύζειν τὸν Νεῖλον. Ἔφορός γε μὴν ὁ Κυμαῖος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυπτον, καὶ κατ' ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου στεγανοῦσθαι, τὸν δὲ ποταμὸν δίκην ἱδρῶτος κατὰ τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιότερα καταρρεῖν. ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς ὄρεσι διεζωσμένης, ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας ἐκδιδόναι τὸν Νεῖλον· ὡς καὶ Καλλισθένης ὁ Περιπατητικὸς ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Ἑλληνικῶν φησιν, ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ' ἐκείνην γενομένων καταφερόμενον. ἀλλὰ καὶ ∆ικαίαρχος ἐν περιόδῳ γῆς ἐκ τῆς Ἀτλαντικῆς θαλάττης τὸν Νεῖλον ἀναχεῖσθαι βούλεται. ποικίλαι μὲν οὖν αἱ περὶ αὐτοῦ δόξαι, τὸ δ' ἀληθὲς κατὰ τοὺς ἀνθρώπους τέως οὐδαμοῦ· κατὰ γὰρ τὸ λόγιον τὸ δ' ἀτρεκὲς ἐν βαθεῖ ἐστι. Χρῆστος δὲ ὁ Ῥωμαῖός φησιν· «ἐπὶ τῆς δύσεως ὄρη μέγιστα καὶ ὑψηλότατά εἰσιν, ἃ τὴν Λιβύην ἀπὸ τῆς Αἰθιοπίας χωρίζουσι, τούτων ταῖς ἐσχάταις ῥίζαις τὸ Ἀτλαντικὸν ἐπιπῖπτον πέλαγος, ἔνθεν τὴν ἀρχὴν Αἰθιοπία ἀπὸ τῆς δύσεως λαμβάνει. ὑπὸ τοίνυν τούτοις τοῖς ὄρεσι λίμναι εἰσὶν εἰς ἄπειρον πλατύτητος ἡπλωμέναι· παροικεῖ δὲ αὐτὰς γένος ἀνθρώπων τῶν λεγομένων Ἰχθυοφάγων, ὅπερ ἀπὸ πρώτης ὥρας ἄχρι δυσμῶν ἡλίου ἐν τῷ ὕδατι διατρίβει καὶ τοῖς ἰχθύσι τρέφεται. τούτοις ὁμοροῦσιν οἱ λεγόμενοι Ἀνθρωποφάγοι, γένος ἀνθρώπων ἀνδρειότατον, ῥισὶ στρογγύλαις χρώμενον, προσώποις ἐπικαμπέσιν, ὄνυξιν ἐγγὺς λέουσιν ὁμοίοις. ἐκ τῶν λιμνῶν οὖν ἐκείνων τὰς ἀφορμὰς ὁ ποταμὸς λαμβάνει· προϊόντα γὰρ ἐξ αὐτῶν τὰ ῥεύματα συνηρεφῆ ἀποτελοῦσιν. ἐκ τούτων δὴ τῶν λιμνῶν, ἃς καλοῦσιν ἐκεῖνοι Χαάς, ἐκρεῖ λεπτότατόν τι ῥεῦμα καὶ μόλις ὁρώμενον, ὅπερ εἰς στενοὺς τόπους καὶ κατὰ μέρος ἐκ διαφόρων μερῶν εἰς κοίτην ἰδίαν καταπῖπτον ὄψιν