ἰδεῖν καὶ στοχάσασθαι δυνατή), ἀντιπράττειν μὲν οὐκ ᾤετο δεῖν, φόνους καὶ χύσεις αἱμάτων ἐκφεύγουσα, τὸν δ' ἐναποκείμενον τοῖς ἀνακτόροις πλοῦτον ἔκρινε τῇ συγκλήτῳ ποιήσασθαι φανερόν, τοῦ τε υἱοῦ τὴν ἀκρατῆ δαπάνην κωλύουσα καὶ τὴν ἰδίαν οἰκονομίαν κηρύττουσα. τὴν σύγκλητον οὖν ἐκκλησιάσασα καὶ εἰς ἐπήκοον στᾶσα τοιούτους ἀπέδοτο λόγους· χίλια μέν, ὦ πατέρες, πρὸς τοῖς ἐννενήκοντα τῷ βασιλικῷ ταμείῳ χρυσοῦ ἐναπόκεινται κεντηνάρια, ἀργυρίου δὲ ὡσεὶ τριῶν χιλιάδων, ὧν τὰ μὲν ὁ ἐμὸς ἀνὴρ ἐπορίσατο, τὰ δ' αὐτὴ μετὰ τὸν ἐκείνου συνέλεξα θάνατον, ἄλλος τε πλοῦτος πολὺς καὶ ποικίλος. διὰ τοῦτο δὲ τοῦτον ἐκπομπεύω ὑμῖν, ἵν', εἰ μετὰ τὴν ἐμὴν ἀπὸ τῶν ἀνακτόρων κάθοδον ὁ ἐμὸς ἔχει λέγειν υἱὸς καὶ ὑμέτερος βασιλεύς, ὡς ἐνδεῆ καταλέλοιπα κατελθοῦσα τὰ βασίλεια πλούτου, μὴ εὐχερῶς πιστεύηται. καὶ ἅμα λέγουσα τοὺς τῶν βασιλικῶν χρημάτων ταμίας παρίστη καὶ συγκατανεύοντας εἶχε πρὸς τὰ λεγόμενα. καὶ ἡ μὲν βασίλεια ἀσπασμὸν δοῦσα τῇ συγκλήτῳ καὶ πάσῃ ἐνεργείᾳ καὶ διοικήσει ἀποταξαμένη ἔξεισι τοῦ παλατίου. Mich3.10 Ὁ δὲ τῶν βασιλείων πλοῦτος τοσοῦτος ὢν καὶ τηλικοῦτος εἰς οὐδεμίαν ἐχώρησεν ὄνησιν τῇ ἀπονοίᾳ τοῦ Μιχαήλ. ταῖς γὰρ τῶν ἵππων ἁμίλλαις, εἴπερ τις ἕτερος, ἀγαλλόμενος καὶ ἡνιοχεῖν αὐτὸς ἐκεῖνος οὐ παραιτούμενος, τῶν συμπαιζόντων αὐτῷ καὶ συνηνιοχούντων καὶ συναμιλλωμένων ἐκ τοῦ θείου υἱοθετούμενος τὰ τέκνα βαπτίσματος τὸν βασιλικὸν κατεκένου πλοῦτον, ἑκατὸν καὶ ὀγδοήκοντα, καὶ τοὐλάχιστον πεντήκοντα τῷ καθέκαστον παρεχόμενος λίτρας. καί ποτέ τινι ἀνδρί, ὃν πατρίκιον ἐτιμήσατο (Ἱμέριος οὗτος ἐκαλεῖτο, διὰ τὴν τοῦ προσώπου κατὰ ἀντίφρασιν οὕτω καλούμενος ἀγριότητα), κολακείᾳ μὲν ὑπερβάλλοντι τὸν ἐπὶ Τιβερίου Ἱμέριον, βωμολοχοῦντι δὲ κατὰ τὴν τράπεζαν καὶ αἰσχρολογοῦντι καὶ ἀναιδῶς ἀποπέρδοντι ἀκούοντός τε βασιλέως αὐτοῦ καὶ τῶν συνδείπνων, ὡς καὶ κηρὸν ἀποσβεννύειν τῷ ψόφῳ, χρυσίου λίτρας δέδωκεν ἑκατόν. καὶ Χειλᾶ δὲ τοῦ συνηνιοχοῦντος αὐτῷ τὸν υἱὸν ἐκ τοῦ θείου ἀναδεξάμενος βαπτίσματος χρυσίου λίτρας ἐδωρήσατο ἑκατόν. οὕτως ἐκεῖνος εἰς οὐδὲν δέον τὰ δημόσια κατεδαπάνα τε καὶ ἀνήλισκεν. ἐπεὶ δὲ ἐντὸς ὀλίγου ταῖς τοιαύταις ἀθέσμοις πράξεσι τὸν τοσοῦτον κατεδαπάνησε πλοῦτον, ἦλθε δὲ ὁ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο χρυσοῦς λέοντας καὶ τοὺς δύο γρῦπας, χρυσοῦς καὶ αὐτοὺς σφυρηλάτους ὄντας, καὶ τὰ ὁλόχρυσα ὄργανα καὶ ἕτερα ἔργα, δι' ὧν ἡ Ῥωμαίων ἐθαυμάζετο βασιλεία, ὁλκὴν ἔχοντα διακοσίων οὐκ ἔλαττον κεντηναρίων, χωνεύσας χαράξαι δέδωκεν ἐν τῷ βασιλικῷ ταμείῳ. παραπλησίως ἐποίησε καὶ ἐν στολαῖς βασιλικαῖς, ὧν αἱ μὲν ἦσαν ὁλόχρυσοι, αἱ δὲ χρυσοΰφαντοι, δεδωκὼς τῷ εἰδικῷ, ὥστε καὶ ταύτας χωνεῦσαι. οὐκ ἔφθασαν δὲ χωνευθῆναι, κἀκεῖνος ἐξ ἀνθρώπων ἐγένετο, καὶ Βασίλειος τὴν ἀρχὴν διεδέξατο, καὶ ταύτας ἀνεκαλέσατο, ἐκ τοσούτου πλούτου μηδὲν εὑρηκὼς πλέον, ἀλλ' ἢ χρυσίου μὲν κεντηνάρια τρία, μιλιαρισίων δὲ σακκία ἐννέα. ἃ καὶ δημοσιεύσας ἐπὶ τῆς συγκλήτου ἀπωδύρετο τὴν ἀπορίαν, καὶ τὸ πόθεν ἂν ἐκπληρωθεῖεν αἱ δημόσιοι χρεῖαι. Mich3.11 Ἔθος δ' ἐχούσης τῆς βασιλίδος Θεοδώρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος θεῖον ναόν, ἅμα μὲν προσκυνήσεως χάριν, ἅμα δὲ καὶ λουτροῦ μετὰ τῶν ἑαυτῆς θυγατέρων, ἐπεί ποτε ἔγνω αὐτὴν ἐκεῖσε φοιτήσασαν ὁ βασιλεὺς καὶ ὁ ταύτης ὁμαίμων Βάρδας, Πετρωνᾶν ἐκπέμψαντες, ὃν αὐτῆς ἀδελφὸν εἶναι ἄνωθεν ὁ λόγος ἐγνώρισεν, ἀποκείρουσι μοναχὴν σὺν ταῖς θυγατράσι καὶ ἐν τοῖς κατὰ τὰ Καριανοῦ ἀνακτόροις τέως περιορίζουσιν, ἀφελόμενοι καὶ ὃν εἶχον αἱ πᾶσαι πλοῦτον, ἰδιωτικῶς ζῆν, ἀλλ' οὐ βασιλικῶς ἀποτάξαντες. ἀλλ' ἡ μὲν Θεοδώρα μετ' οὐ πολὺ τῶν τῇδε μεθίσταται. ἧς τὸν νεκρὸν μετὰ ταῦτα ὁ βασιλεὺς Βασίλειος καὶ τὰς αὐτῆς θυγατέρας πρὸς τὸ τῆς Μάμμης ἐξέπεμψε μοναστήριον ἐνδιαιτᾶσθαι, ὃ Γαστρία κατονομάζεται. ἦσαν δὲ τῇ τοιαύτῃ βασιλίδι ἄρρενες μὲν ἀδελφοὶ δύο, ὅ τε