ὀφθαλμὸν, καὶ ἐρυθρὰ ταῦτα καταμαθεῖν, καθάπερ ἐτέλουν ἀνέκαθεν. τοῦτο δεύτερον ἀπαίσιον οἰωνὸν ὁ Φωκᾶς λογισάμενος τὸ τεράστιον, ὁρῶν δὲ καὶ τὴν στρατιὰν αὑτοῦ διϊσταμένην καὶ ἀφηνιάζουσαν, ἔγνω παντὶ τρόπῳ διασώζειν ἑαυτόν. μέσων οὖν τῶν νυκτῶν τῶν οἰκειοτάτων τριακοσίους 122 ἐς τὸ ἀσφαλὲς ὡπλισμένους ἀνειληφώς, λάθρα τοῦ χάρακος ἔξεισι, καὶ τὴν ἐπὶ τὸ τῶν Τυράννων φρούριον ἄγουσαν, ὃ Ἀντιγοὺς κέκληται, ᾔει· ὅπερ, τὸ τῆς τύχης παλίμβολον ὑφορώμενος, ἐκ πολλοῦ ἐκρατύνατο, σῖτον ἐν αὐτῷ καὶ παντοδαπὴν χιλὸν ἐπιδαψιλευσάμενος. ὁ δὲ χῶρος, ἵνα τῷ Φωκᾷ Βάρδᾳ ὁ συνασπισμὸς διαλέλυτο, Βαρδάηττα ἐκαλεῖτο ἀνέκαθεν. Βάρδας δὲ ὁ στρατηλάτης, τὸν δρασμὸν διαγνοὺς τοῦ Φωκᾶ, συνάμα λογάσιν ἐξιππασάμενος, ἔθει διώκων. ἀλλ' αὐτοῦ μὲν διήμαρτεν, ἤδη τῷ φρουρίῳ ἀνασωθέντος· τῶν δὲ τούτου συνωμοτῶν ὅσους ζωγρίας εἴληφε, τῶν ὀφθαλμῶν ἀπεστέρησε, προστεταγμένον πρὸς βασιλέως ἔχων αὐτό. λέγεται δὲ τὸ χωρίον, ἵνα τοῖς ἀθλίοις τὸ τοιοῦτον συνέβη ἀτύχημα, Τυφλοβιβάρια ὀνομάζεσθαι. ἔμοιγε οὖν ἔπεισι θαυμάζειν, ὅπως ἐξ ἐπιπνοίας τινὸς οἱ πάλαι κινούμενοι ἄνθρωποι ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προσηκόντως καὶ καταλλήλως τὰς προσηγορίας τοῖς τόποις ἐτίθεσαν. ἐπεὶ λέγεται καὶ Λέοντα τὸν Φωκᾶν, τὸν πρὸς πάππου θεῖον τοῦ Βάρδα, τοὺς ὀφθαλμοὺς ἐκκοπῆναι ἀνηλεῶς, ὀνομάζεσθαι δὲ τὸν χῶρον, καθ' ὃν τὴν τοιαύτην ὑπέστη ποινὴν, Ὠηλέοντα, πρὸς δὲ τῆς ἀγροικικῆς ἰδιωτείας κεκλῆσθαι Γωλέοντα. ἀλλὰ τὰ μὲν τῶν τίσεων χωρία τοιαύτας ἀνέκαθεν τὰς ἐπωνυμίας εἰλήφεσαν. οὐ παρέλκον δὲ ἴσως δόξει τὸ καὶ τὸν τρόπον τῆς τοῦ Λέοντος ἐκτυφλώσεως κατὰ παραδρομὴν ἐξειπεῖν. ζʹ. Ἄρτι τοῦ αὐτοκράτορος Λέοντος φθινάδι νόσῳ τῶν ἔνθεν 123 μεταναστάντος, καὶ Ἀλεξάνδρου, τοῦ αὐτοῦ συναίμου, κατόπιν ἐκείνῳ συναπελθόντος, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς πρός τε Κωνσταντίνου, τοῦ τιθηνουμένου παιδὸς αὐτοῦ, καὶ τῆς Αὐγούστης Ζωῆς, ἐπισφαλῶς φερομένης, Συμεὼν, ὁ τῶν Μυσῶν ἀρχηγὸς, ἀνὴρ τολμητίας καὶ θερμουργὸς τὰ πολεμικὰ, πάλαι σφαδάζων, καὶ τὴν κατὰ Ῥωμαίων μάχην ὠδίνων, εὐκαιρίας δραξάμενος, λεηλατῶν οὐκ ἀνίη Μακεδονίαν καὶ Θρᾴκην· εἰς ἀπόνοιάν τε τὴν Σκυθικὴν καὶ συνήθη ἐπαρθεὶς, αὐτοκράτορα ἑαυτὸν ἀνακηρύττειν Ῥωμαίοις ἐκέλευεν. οἱ δὲ, τὴν ὕπαιθρον ἀλαζονείαν καὶ ὕβριν τοῦ Σκύθου μὴ φέροντες, τὰ ὅπλα κινεῖν κατ' αὐτοῦ ἔγνωσαν. καὶ δὴ Λέοντα τὸν Φωκᾶν, ἀνδρείᾳ καὶ τροπαίοις τηνικαῦτα τῶν λοιπῶν στρατηγῶν ὑπερφέροντα, ἀρχηγὸν τῆς στρατιᾶς προστησάμενοι καὶ ∆ομέστικον τῶν σχολῶν ἀνειπόντες· Ῥωμανὸν δὲ, τῶν ἐμπύρων νεῶν προχειρισάμενοι ναύαρχον (∆ρουγγάριον τῶν πλωΐμων τὸν εἰς τὴν τοιαύτην ἀφιγμένον ἀρχὴν ὀνομάζουσι)· τὸν μὲν ἐκ γῆς, τὸν δὲ ἐκ θαλάσσης, Μυσοῖς ἐπιτίθεσθαι προὔπεμψαν. περαιωθέντα δὲ τὸν Λέοντα καὶ τὴν Μυσίαν κατειληφότα φασὶ ἐκτόπως διαγωνίσασθαι, καὶ ἀναρίθμητα πλήθη κατακόψαι τῶν δυσμενῶν, ὡς τὸν Συμεὼν εἰς ἀπορίαν συνελαθῆναι δεινὴν, καὶ ἀμηχανεῖν ὅ,τι καὶ δράσῃ, καὶ ὅπως ἐκφύγῃ οὕτω θρασὺν ἄνδρα καὶ ἀκαταγώνιστον. ἤδη δὲ καὶ τῶν ἄλλων ἀπειρηκότων Μυσῶν καὶ πρὸς φυγαδείαν τρεπομένων, ἀγγελίαν πρός τινος λέγεται τῶν ὑπασπιστῶν ἀνενεχθῆναι τῷ Λέοντι, ὡς ὁ ∆ρουγγάριος Ῥωμανὸς αὐτοῖς ἱστίοις 124 ἀπάρας, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ἔρωτι τυραννίδος ἀποπλέει εἰς τὸ Βυζάντιον. τὸν δὲ, τῷ ἀπαισίῳ τῆς ἀγγελίας περιαλγήσαντα, διαλῦσαί τε τὸν συνασπισμὸν, καὶ, νῶτα τοῖς Μυσοῖς δόντα, ἐπείγεσθαι πρὸς τὴν βασιλεύουσαν, εἴ πως τὸν τοῦ Ῥωμανοῦ προτερήσοι ἐπίπλουν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐγκρατὴς γένοιτο. τὸν δὲ Συμεὼν, τὴν ἀπροφάσιστον καὶ ἀλλόκοτον ἰδόντα Ῥωμαίων φυγὴν, ἐνδοιάσαι μὲν ἐς τὸ