ἀπῄτησέ με, καὶ τί μοι τὸ παριστάμενον περὶ τούτων ἐστίν. αὐτὸς δὲ τερατευσάμενος πρότερον ὡς οὐδέν τι τοῦ πλήθους ἐκτὸς δυναίμην εἰπεῖν οὐδὲ καρτερώτερος ὀφθῆναι, κἄν τι δοκιμάσω, πάντως ἀποδοκιμασθήσομαι τῆς τῶν πλειόνων ψήφου ἐπικρατούσης, ἀεὶ μετὰ πολλῆς ὁ βασιλεὺς τῆς ἐπιμονῆς καὶ τῆς ἀμεταθέτου ἐνστάσεως προετρέψατό με τὸ κατὰ λογισμὸν ἀδεῶς ἀνειπεῖν, τὸν θεὸν ἐπιστήσας μοι μάρτυρα. μεταβαλὼν οὖν μὴ ἀρέσκειν μοι τὴν βουλὴν ταύτην εὐθὺς ἐκ προοιμίων ἀπήγγειλον, προσθεὶς ὡς οἱ πολέμιοι οὐ παντελῆ δυσκληρίαν καὶ καταστροφὴν ἐν τῷ πολέμῳ ἐδέξαντο. ἡ γὰρ ἑσπέρα ταχὺ καταλαβοῦσα διέσωσεν αὐτούς, καὶ τὸ ἐπὶ τρεῖς ἡμέρας ἀνεθῆναι τὴν δίωξιν τὸ δέος τούτοις ἀνεκαλέσατο. καὶ τοῦτο δῆλον ἔκ τε τοῦ μὴ καταλειφθῆναί τι τῶν λαφύρων 130 αὐτοῦ καὶ προεμπλακῆναι ἡμῖν παροδεύουσι, καὶ τοῦ τῶν ἑαλωκότων πλήθους, ὡς οὐκ ἦν ἐν τοῖς μάλιστα μηδὲ πρὸς τοὺς ἑκατὸν ἀποσῶζον ἄνδρας· ὡς εἶναι δῆλον ὅτι τὸ στράτευμα τούτοις σχεδὸν ἀνεπαισθήτως ἠκρωτηρίασται, ἐπεὶ τῷ ἔθνει τούτῳ οὐδὲν ἡ τοιαύτη ἧττα, καὶ ὅσαι ταύτῃ παραπλήσιαι, δουλῶσαι δεδύνηνται· θᾶττον γὰρ ἑαυτοὺς ἀνακαλοῦνται οἱ στρατευόμενοι, καὶ πάλιν εἰς μάχην ἀποκαθίστανται. καὶ διὰ τοῦτο εἴ τις καταλειφθείῃ μοῖρα Ῥωμαίων, ἀγεννεῖς ἐμφάσεις καὶ διαθέσεις αὐτίκα προσλήψεται, τῆς τοῦ βασιλέως καὶ τῶν λοιπῶν στρατιωτῶν ἀπορραγεῖσα συνόδου, ἐξόχως δ' ἀναθαρρήσουσιν οἱ πολέμιοι. καὶ ὅσῳπερ ἡ δειλία τῶν Ῥωμαίων καθίκοιτο, τοσοῦτον ἐκείνοις ἡ τόλμα προαπαντήσει· καὶ ῥᾳδίως τῶν ἡμετέρων περιγενήσονται, ἐπεὶ καὶ προεκπεφοβημένοι τυγχάνουσιν οἱ Ῥωμαῖοι, καὶ μόνον αὐτοὺς ὁρᾶν τοὺς πολεμίους ποιεῖ ὅτε τὴν τοῦ κρατοῦντος ὁρῶσι μετ' αὐτῶν γενναιότητα. καὶ εἴπερ ἐκείνους τρέψονται, ἄφυκτος ἡμᾶς καταλήψεται κίνδυνος οὐ γὰρ οὐ μελήσουσιν οἱ Τοῦρκοι μὴ οὐχὶ καταδραμεῖν καὶ ἡμῶν καὶ νίκην διαβόητον ἀπεργάσασθαι, διακεκομμένους εὑρηκότες καὶ διεσκορπισμένους τῇ πρὸς τὰ οἰκεῖα σπουδῇ. "καὶ ἅμα τίς ἡ ἀνάγκη" ἔφην, "ὦ βασιλεῦ, ἔτι τοῦ ἔτους περὶ ἀκμὰς τοῦ θέρους ὄντος καταλιπεῖν τοὺς ἐναντίους εἰς τὴν Ῥωμαίων, καὶ πρὸς ἀνέσεις καὶ ἀπολαύσεις ἑαυτοὺς ἐκδοῦναι, καὶ μὴ νῦν κακο 131 παθῆσαι, ἵν' εἰς τὸ μέλλον εὐπαθῆσαι δυναίμεθα; διὰ τί δὲ καὶ μὴ ἐκ πολιορκίας αἱρήσομεν τό τε ἄστυ τὸ Χλίατ καὶ τὰ ὑπὸ τούτου πολίχνια, ἵνα καὶ οἱ στρατιῶται τῆς ἐκ τῶν λαφύρων ὠφελείας πλησθῶσι καὶ προθυμότεροι γένωνται, καὶ τοῖς ἐναντίοις ἐπέλθῃ δέος, καὶ ἀντὶ πολεμίων αἱ τοιαῦται πόλεις Ῥωμαϊκὴν ἡγεμονίαν πλουτήσωσι, καὶ δυνάμεις ἐφιστάμεναι τὸ ἀντίπαλον ἰσχυρῶς ἀποκρούσωνται, καὶ ἡ τῶν Τούρκων πάροδος ἐκ διαστημάτων κατὰ μοίρας ἐρχομένων βραχείας ἀνασταλῇ, καὶ μὴ ὁρμητήριον μᾶλλον καὶ ὀψωνιασμὸν ἐν τούτοις εὑρίσκῃ ἀλλὰ πολεμητήριον ἀτεχνῶς, καὶ ἡ διὰ τῆς Μεσοποταμίας ὁδὸς τούτοις ἀνεπίβατος γένηται." Ταῦτ' εἰπόντος μου πρὸς τὸν βασιλέα, εἰσῄει τούτῳ μέχρι βάθους ὁ λόγος ὥσπερ τις σπόρος εἰς εὔγεω καὶ ἐρίβωλον γῆν, καὶ μεταθέμενος εὐθὺς τῆς προσωτέρω φερούσης ἥψατο, ἕως τὸν Εὐφράτην διαπεραιωθεὶς τοὺς πολεμίους εἰς τὰ σφέτερα βαδίζειν παρέπεισε· περὶ τὰς ὄχθας γὰρ τοῦ ποταμοῦ στρατοπεδευόμενοι ἦσαν, καραδοκοῦντες τὴν τοῦ βασιλέως ἀπαναχώρησιν. εἶχον μὲν οὖν ἐλπίδες ἅπαντας στρατηγίας μεγίστης καὶ λαφυραγωγίας ἐκ τῆς τῶν εἰρημένων κάστρων ἁλώσεώς τε καὶ παραστάσεως· ἡ δ' ἐλαύνουσα τὰ Ῥωμαίων εἰς τὴν κατόπιν ἀκληρία οὐκ εἴα πέρας ἐπιτεθῆναι συνετοῦ διατάγματος. ὡς γὰρ ὁ βασιλεὺς εὐθὺς τῆς Ῥωμα 132 νοπόλεως ἐλαύνων ἐφαίνετο, ἐξ ἧς ἡ πρὸς τὸ Χλίατ κάθοδος διὰ στενωπῶν ἐπιγίνεται, μεταστρέψας τὴν γνώμην καὶ τὰς σημαίας ἐν ἀριστερᾷ ποιησάμενος, περιπλανώμενον ἀφῆκε τὸ στρατόπεδον, τὴν ὡρισμένην ἀταρπὸν ἐν δεξιᾷ προερχόμενον, ἕως φήμη καταλαβοῦσα μετήγαγεν αὐτὸ πρὸς τὴν καινοτομηθεῖσαν τῷ βασιλεῖ. κατελθόντες οὖν