Πορφύριος δὲ συνῳδὰ τούτῳ πεφιλοσόφηκε. περὶ γὰρ ψυχῆς διαλαμβάνων φησίν· «ὥσπερ οἱ ἀγρυπνητικοὶ αὐτῷ τῷ θέλειν καθεύδειν ἐπιτηροῦντες τὸ καθεύδειν τὸν ὕπνον ἐκκρούουσι καὶ οὐ πρότερόν γε καθεύδουσι, πρὶν ἐκ τῆς ἀναστροφῆς παντελῆ λήθην τοῦ ἐπιτηρεῖν τὸ καθεύδειν λαμβάνουσιν, οὕτω δὴ τῇ ψυχῇ οὐχ οἷόν τε λύσιν ἀπὸ τοῦ αἰσθητοῦ γενέσθαι γνωστικῇ οὔσῃ ἐνεργείᾳ, μὴ πρὸς τὸ ὂν αὐτὸ στραφείσῃ κἀκεῖ τὴν προσοχὴν συνεχῶς ἐντεινούσῃ. κατ' ὀλίγον γὰρ οὗτος ὁ δοξαστικὸς ὁμοῦ καὶ φανταστικὸς δεσμὸς καὶ παθητικὸς αὐτῆς ἐκλύεται.» λευκότερον ἡμῖν ὁ Πορφύριος τὸ νόημα διεσάφησεν ἀπὸ Πλατωνικῶν τοῦτο φρεάτων ἐξαντλησάμενος· ὃ γὰρ ἐκεῖνος φρουρὰν καὶ ἧλον ἐκάλεσεν, οὗτος δεσμὸν προσηγόρευσεν, ἐν διαφόροις ὀνόμασι μίαν ἀμφότεροι δηλοῦντες ὁμόνοιαν. Ἀλλ' ἐπειδήπερ οὐ δυνατὸν ἄλλως ἔννοιαν τοῦ προβλήματος σχεῖν εἰ μή που διαληψόμεθα περὶ φύσεως, ὣς δὲ καὶ περὶ θέσεως, τί αὐτῶν εἴη ἑκάτερον, ἐπὶ τὴν περὶ αὐτῶν κατανόησιν τὸν λόγον ἀφήσομεν. ποικίλως τὸ τῆς φύσεως ὄνομα παρὰ τοῖς φιλοσόφοις διείληπται. οἱ μὲν γὰρ δύναμίν τινα ταύτην ὁρίζονται ἐνδεδυκυῖαν τῇ ὕλῃ, ἀρχὴν ἠρεμίας καὶ κινήσεως· ἀπὸ γὰρ ταύτης πάντα γεννῶσι καὶ εἰς αὐτὴν ἀναλύουσιν, ἄποιον οὖσαν 85 τῷ ἑαυτῆς λόγῳ, ἀσχημάτιστόν τε καὶ ἀνείδεον, παντὸς δὲ δεκτικὸν καὶ εἴδους καὶ σχήματος. ἕτεροι δὲ καὶ τὴν οὐσίαν ἢ τὸ ὑλικὸν ὑποκείμενον τούτῳ προσηγόρευσαν τῷ ὀνόματι. τοῖς δὲ φύσις ἔδοξε τὸ τοιῶσδε ἐμπεφυκέναι καὶ οὐχ ᾧ ἐμπέφυκε, περὶ ἧς νῦν ἡμῖν ἅπας ὁ λόγος. οὐδὲ γὰρ αὐτὴν τὴν τοῦ ὑποκειμένου οὐσίαν, τὸ σύνθετόν φημι, τὴν ἐξ ἀνομοίων συνισταμένην, φύσει τι χρῆμα χρηστὸν εἴποιμι, ἀλλ' ἐμπεφυκέναι ταύτῃ τὸ ἀγαθὸν φυσικῶς. τούτῳ γὰρ φύσις καὶ φύσει διενηνόχατον, ὅτι τὸ μὲν ὑπόκειται, τὸ δ' ἐμπέφυκεν· ἔμφυτον γὰρ ἡμῖν τὸ ἀγαθὸν ὡς τὸ θερμὸν τῇ καρδίᾳ. οὐ μὴν ὁ ἄνθρωπος φυσικὸν ἀγαθόν, εἰ δὴ καὶ λέγεται καταχρηστικῶς. Τὸ δὲ κατὰ τῆς θέσεως οὐχ οὕτως ἔχει· οὐδὲ γὰρ ἔμφυτον ᾧ συμβέβηκεν, ἀλλ' ἐπακτὸν ὡς τῷ σιδήρῳ ἡ ἀποπυράκτωσις. θερμὸν γὰρ ὁμοίως καὶ ὁ ἀποπυρακτωθεὶς σίδηρος καὶ ἡ ἐν τοῖς ζῴοις καρδία, ἀλλὰ τῇ μὲν ὑπαναβλύζει, τῷ δ' ἐπιρρεῖ (ἵνα τι καθ' ὑμᾶς καινοπρεπέστερον χρήσομαι τοῖς ὀνόμασι καὶ ξενοπρεπεστέρᾳ τροπῇ), καὶ τὸ μὲν οὐδέποτε λήγει τὸ ἔμφυτον, τὸ δὲ τοῦ αἰτίου ἐπιλείψαντος παύεται. ἀλλὰ δέξασθέ μου μικρόν τι ἐρώτημα. θέσει φατὲ ἀγαθὸν εἶναι τὸν ἄνθρωπον, ὡς θερμὸν τὸν σίδηρον· ὁ γὰρ σίδηρος πρὶν θερμανθῇ {οὐ} ψυχρός. ἐπεὶ οὖν καὶ ὁ ἄνθρωπος θέσει τὸ ἀγαθὸν κέκτηται, ἦν ὅτε οὐκ ἦν ἀγαθός· πρὸ γοῦν τῆς θέσεως ποίας αὐτὸν ἕξεως εἶναί φατε; τῆς τοῦ ἀγαθοῦ; ἀλλ' οὐκ ἦν· ὕστερον γὰρ γέγονεν. ἀλλὰ τῆς τοῦ κακοῦ; ἀλλ' ἀνύπαρκτος αὕτη, ἐξ ἀποπτώσεως τοῦ καλοῦ τῷ ἀνθρώπῳ ἐπισυμβαίνουσα. Ἀλλ' ἵνα τὰς πολλὰς ἀφῶμεν λεπτολογίας, οἰκειότερον περὶ τοῦ προβλήματος διαλάβωμεν. ἦν ὅτε ἄμικτον εἶχε τὸ ἀγαθὸν ἡ φύσις ἡμῶν, μονοειδὴς πλασθεῖσα παρὰ τοῦ κτίσαντος. τὸ δὲ ἄτρεπτον καὶ ἀθάνατον ὑπηρετήθη τέως, ἵνα ἐν καιρῷ ἀμφότερον ἐπαχθῇ ὅ τε ἐμφυτευθεὶς ἐν ἡμῖν τοῦ ἀγαθοῦ βλαστὸς καρπὸν ἐνείκῃ παρὰ τῆς ἡμῶν προαιρέσεως. ἐπεὶ δὲ τῷ ὄφει κατεσοφίσθημεν καὶ τοῦ ξύλου τῆς κακίας γεγεύσμεθα, ὥσπερ τις ἄκανθα εὐθὺς ἡ πονηρία τῷ ῥόδῳ ὑπανεφύη. ἐντεῦθεν οὖν ἡ τοῦ ἀγαθοῦ πλάνη καὶ σύγχυσις γέγονε καὶ ἡ διάφορος περὶ τούτων δόξα· τὸ γὰρ ἐναντίαις ἐπιθυμίαις ἡμᾶς διασχίζεσθαι καὶ τῷ τῆς ἡδονῆς ζωγρεῖσθαι δελέατι ἀμφίβολον ἡμῖν τὴν φυσικὴν ἐποίησεν ἀγαθότητα. πῶς γὰρ ἐκ φύσεως ἀγαθός, εἴποι τις ἄν, ὁ τοῦ κυρίως καλοῦ προτετιμηκὼς τὸ φαινόμενον, ὁ τὰς μυρίας κῆρας τῶν παθημάτων τῆς ἀπαθείας ἀνταλλαξάμενος, ὁ τῷ ἐφολκίῳ τοῦ σώματος βαρυνόμενος; καὶ αὖθις προσθήσει· εἰ τὸ φυσικὸν ἀμετάθετον, πῶς οἱ τὴν ἀρετὴν ἑλόμενοι καὶ 86 πολλῷ τῷ χρόνῳ ταύτην ἐμμελετήσαντες, ὡς δοκεῖν ἀπ' αὐτῆς πεποιῶσθαι, ἐν μιᾷ ῥοπῇ ταύτην