παραχρῆμα ἱερέως καταψηφίζεσθαι· ὑπερβάλλει πᾶσαν τιμωρίαν τὸ ἐπιτίμιον· δεῖ κανονικῶς προβῆναι τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν." καί, ὡς ἔοικεν, ὀργιζομένῳ μὲν τῷ βασιλεῖ ἀντεπίπτετε, μεταβαλλομένῳ δὲ ἀντοργίζεσθε. καὶ γίνεταί μοι ἀντίθετα τὰ κακὰ καὶ θατέρῳ μέρει παρὰ θάτερον δυστυχῶ. περιΐσταται δὲ καὶ ὑμῖν εἰς τοὐναντίον ἡ γνώμη· οἷς γὰρ ἱλάσκεσθε πρίν, νεμεσᾶτε νῦν, καὶ οἷς ἀνθίστασθε, τούτοις προσίεσθε νῦν εὐμενῶς. τοῦτό μοι βαρύτερον τοῦ προτέρου τὸ δικαστήριον. ὑμεῖς τῶν προτέρων κατηγορησάντων λίαν μοι ἐπαχθέστεροι. ἐκείνοις μὲν γὰρ ἄνευ τοῦ δεινῶς συνθεῖναί μοι τὰ ἐγκλήματα καὶ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ὀρθὸν δόξα ὕποπτα πάντα τυγχάνει πῶς καὶ αὐτέλεγκτα. ὑμῖν δὲ τίς ἀπιστήσειεν ἀνδράσιν οὕτω σεμνοῖς καὶ ὥσπερ τι περὶ ἐμοῦ σκεπτομένοις βαθύτερον; ἐγὼ δὲ τοῦτο διῖσχυρίζομαι πρὸς ὑμᾶς, ὡς οὐδεὶς ὑμῶν πρᾶγμά τι μικρὸν ἢ μεῖζον ἐμοὶ συνέγνω καὶ κατηγόρησεν, οὐδ' ἀφ' ἑαυτῶν πρῶτον ἐγκαλεσάντων κέχρησθε νῦν τῇ ἐνστάσει καὶ κατ' ἐμοῦ ἵστασθε, ἀλλὰ τῆς πρώτης ἐξήρτησθε τῶν κατηγόρων φωνῆς καὶ ὃ δ' ἂν ποιῆτε καὶ λέγητε ἀπ' ἐκείνων ὥρμησθε κἀκείνους ἀρχὰς ὑποβάλλεσθε τῆς ἐνστάσεως. εἰ μὲν οὖν ἐκεῖνοι κατὰ νόμους κατηγορεῖν εἵλοντο καὶ μηδὲν ἐπὶ τοῖς ἐμοῖς ἐγκλήμασιν ὧν οἱ ἰεροὶ κανόνες διαλαμβάνουσι παραλέλειπται, ἀλλ' οὕτω πάντα προέβησαν, αἱ γραφαί, αἱ ἀντιθέσεις, αἱ ἀποδείξεις, ο χρόνος τῆς διασκέψεως, συνωμολογήσατε δὲ καὶ ὑμεῖς ἐπὶ τῷ ἐπιτιμίῳ τοὐμῷ, οὐκ ἐκ τοῦ εὐθέος, ἀλλὰ πολλάκις καθ' ἑαυτοὺς συγγενόμενοι καὶ κοινῇ συνελθόντες καὶ τὴν ἑαυτῶν ἕκαστος γνώμην γράψαντές τε καὶ ὑπογράψαντες, καὶ τἆλλα πάντα προέβη κανονικῶς, εἰ οὕτω γέγονε καὶ εἰς ταὐτὸ ἅπαντα ἀκολούθως συνδεδραμήκει, οὐδὲν ὅτι μὴ ληρῶ ἀναλύειν ἐπιχειρῶν τὰ ἱεροῖς προδιαληφθέντα κανόσιν. εἰ δὲ ταῦτα μὲν ἅπαντα παραλέλειπται καὶ οὐδὲν ὅ τι πέπρακται νόμιμον, ἀλλὰ καὶ ὁ κατήγορος ὕποπτος καὶ τὰ κατηγορήματα ἀναπόδεικτα καὶ ὑμεῖς τηνικαῦτα πρὸς ἕκαστον τῶν λεγομένων ἐδυσχεραίνετε, πῶς ἃ πρὶν ὡς ἄπιστα παρεγράφεσθε νῦν ὥσπερ θείους χρησμοὺς ἡγεῖσθε καὶ ἐπ' αὐτῶν ὡς ἐπὶ θεοῦ φωνῶν ἵστασθε καὶ πάντα λόγον καὶ πρᾶξιν ὑμῶν ἐπ' ἐκεῖνά τε ἀναλύετε καὶ ἀπ' ἐκείνων συνίστατε καὶ τὰς οἰκείας ἀγνοεῖτε φωνὰς ἃς ἕκαστος τῷ τότε πρὸς τὰ κατηγορήματα ἀντετίθετο; Τίς δὲ οὐκ οἶδε τῶν πάντων τὸν ἀρχιερέα σχῆμα ἀνειληφότα θεοῦ καὶ ὁμιλοῦντα μὲν ἀμέσως θεῷ, ἀνθρώποις δὲ τοῦτον ἐξιλεούμενον καὶ μεσίτην ὥσπερ τυγχάνοντα καὶ προσαγωγέα τῆς κάτω, λογικῆς φύσεως καὶ μετ' ἀγγέλων ἱστάμενον καὶ τῇ τριάδι γνησίως λατρεύοντα; τὸν οὖν οὕτως ἐξ ἀνθρώπων μετεωρισθέντα καὶ πρὸς τὸ θεῖον ἀναβιβασθέντα καὶ ὕψος καὶ μέγεθος μία ῥᾳδίως καθαιρήσειε συκοφάντου φωνή, καὶ ταῦτα, χηρεύουσα ἀποδείξεως; κἂν μὲν ὑμεῖς προσάγειν τινὰ τῷ βήματι βούλησθε, πάντα διερευνᾶτε, τὴν πρᾶξιν, τὸ ἐπιτήδευμα, τὸν ὀρθὸν λόγον, εἴ τι αὐτῷ πέπρακται, εἴ τι λέλεκται. κἂ ταῖς ψήφοις δὲ τῶν ἀρχιερέων οἷα ὑμῖν σύνοιδα ὡς πάντοθε τὸν ψηφισθησόμενον ἀποξέετε καὶ περιγλύφετε ὥσπερ ἀνδριάντα, κἂν πάντες παρ' ἕνα συνομολογήσητε, ἐτράπη ἡ κρίσις καὶ δευτέρας χρεία τῷ ἀνδριάντι χωνείας, κἀνταῦθα μὲν οὕτως ἐστὲ ἀκριβεῖς καὶ λεπτότατοι· ἐς δὲ ἀρχιερέως καθαίρεσιν-δυσωπήσω γὰρ ὑμᾶς τῷ ὀνόματι-οὕτω πάντα ὑμῖν ἀνέστραπται, καὶ ἡ ἀκρίβεια ἀντ' οὐδενὸς ἥγηται. καὶ ζωογονεῖν μὲν βουλόμενοι, μόλις που τοῦτο δρᾶτε καὶ νωθεῖς πρὸς γένεσιν ἔρχεσθε· οὖ δὲ χρὴ θανατοῦν, αὐτοὶ χρῆσθε τοῖς ξίφεσι. καὶ προσάγοντες μέν τινα τῷ βήματι τοὺς τῶν μαρτύρων διερευνᾶτε βίους καὶ μόλις που πείθεσθε· ἀποσπῶντες δὲ ὡς θεοῖς εὐθὺς πιστεύετε τοῖς κατηγορήσασιν. ἆρ' ἔστιν ἐν τοῖς κανόσιν ἡμῶν ὅπου τις ἑτερόδοξος καθ' ἡμῶν λέγων πιστεύεται; καὶ οὐ τὴν ἱερωσύνην προβάλλομαι νῦν, ἀλλὰ τὸ ὀρθὸν μόνον τῆς πίστεως. ἔστιν οὖν ὅπου τῶν ἱερῶν τοῦτο γέγραπται νόμων, ἢ τετόλμηκέ τις τῶν ἐκ