νεμόμενον φονεύσοι. ἡ ἀγωγὴ δὲ πέφυκεν αὕτη καὶ ποιναλία, ἔστι δὲ καὶ οὐτίλιος, ἔστι δὲ καὶ διρέκτα· εἰ μέν τις σῶμα σώματι βλάψει, τότε διρέκτα, εἰ δέ τις ἄλλως ἔβλαψεν, οὐτίλιος τυγχάνει, εἰ δὲ μήθ' οὕτως ἔβλαψε μήτε σώματι σῶμα, ζημία δὲ προσγέγονεν, ἡ ἰμφακτοὺμ κινεῖται. ὁ δέ γε Ἀκουίλιος κατὰ μὲν ἀρνουμένων διπλῆν ποιεῖται εἴσπραξιν, τοὺς δὲ ὁμολογοῦντας εἰσπράττει μόνον τὸ ἁπλοῦν, οὐδὲ ζητῶν τι πλέον. ἡ βι βονόρουμ δ' ἀγωγὴ ῥαπτόρουμ κεκλημένη κινεῖται κατὰ ἅρπαγος πραγμάτων ἀλλοτρίων, ἐντὸς μὲν χρόνου ἔσωθεν τετραπλοῦν ἀπαιτοῦσα, τοῦ πράγματος τῷ τετραπλῷ ἐνταῦθα προσκειμένου, ὥστε συμβαίνειν τὴν ποινὴν εἰς τὸ τριπλοῦν τυγχάνειν· ἐκτὸς δὲ χρόνου πέφυκεν ἁπλοῦν εἰσπράττειν μόνον. καὶ κινηθεῖσα πρότερον τὴν φούρτην καταπαύει, εἰ δὲ τὴν φούρτην πρότερον κινήσει τῆς ῥαπτόρουμ, κινεῖ καὶ ταύτην, δέσποτα, οὐχ ὑπερβαίνει δέ γε τοῦ τετραπλοῦ τὴν εἴσπραξιν, κἂν ἄμφω τις κινήσῃ. ἡ δεποσίτη δέ γ' ἐστὶν ἡ περὶ παραθήκης, ἥτις καὶ δόλον ἀπαιτεῖ, πρὸς δὲ καὶ λάταν κούλπαν καὶ τόκους ὑπερθέσεως καὶ συγχρήσεως ἅμα· καὶ κληρονόμοις δίδοται καὶ κατὰ κληρονόμων, οὐκ ἔστι γὰρ ἀτιμουργός, εἰ μὴ οἰκείῳ δόλῳ. ἡ περὶ δόλου δέ ἐστι ποινὴ καὶ ποιναλία, δίδοται καῦσα κόγνιτα, ἔστι περσοναλία, ἐν δυσὶ δὲ ἐνιαυτοῖς ἄρχεται καὶ πληροῦται· ἄλλης δ' ὑπούσης ἀγωγῆς οὐ κινεῖς τὴν δε δόλο. ἡ δὲ δε φάλσις ἀγωγὴ νόμος τοῦ Κορνηλίου, κινεῖται δὲ κατά τινος πλαστὸν πεποιηκότος. τοῦ δὲ Πουβλίκου, δέσποτα, δε φάλσις τιμωρία· κατ' ἐλευθέρων μέν ἐστιν ἥ τε δεπορτατίων καὶ ἡ τελεία δήμευσις, κατὰ δὲ δούλων πάλιν ἐσχάτην ἔχει κάκωσιν, πάνδεινον τιμωρίαν. νόμος ἐστὶν Ἰούλιος ὅ γε δε πεκουλάτις, ὅστις κατὰ τοῦ κλέψαντος ἐξ ἱερῶν ἀδύτων ἢ ἐκ μνημάτων ἀσφαλῶν ἤτοι ῥελεγιόσων κινεῖται καὶ τραχύνεται καὶ τιμωρεῖ πανδείνως· ἐπάγει γὰρ ἐναλλαγὴν τάξεως τῆς προτέρας, δεπορτατεύει, δέσποτα, τὸν ἐξεληλεγμένον· ἔχει δέ γε τὴν δύναμιν ἐντὸς πενταετίας. ἡ δονατεονίβους δὲ ἀγωγὴ διαιροῦσα τῶν δωρημάτων τὸ διττόν· δόνουμ γάρ τοι τὸ δῶρον, τὸ μέν ἐστιν ἰντέρβιβον, τουτέστιν ἀπεντεῦθεν, τὸ δέ γε μόρτις καῦσά πως, θανάτου γὰρ αἰτίᾳ· μόρτις καὶ γὰρ ὁ θάνατος, τὸ καῦσα δ' ἕνεκά του, ἤτοι τὸ δι' ὑπόνοιαν θανάτου δεδομένον. τυχὸν γὰρ ἔμελλέ τις πλεῖν πλοῦν ἐπικινδυνώδη καὶ δέδωκέ τῳ χρήματα τῷ φόβῳ τοῦ θανάτου· ἐνταῦθα γὰρ ἀπαλλαγεὶς ὁ δεδωκὼς τοῦ φόβου δεσπότης πάλιν πέφυκε τῶν γε δεδωρημένων, ὁ δὲ λαβὼν τὴν δωρεὰν φυσικὴν νομὴν ἔχει. ἡ δέ γε ἐπερώτησις τινὶ προσπορισθεῖσα εἰς κληρονόμον πέφυκε καὶ μόνον μεταπίπτειν. ἡ δε ἰνοφικίοσο, ἡ διαθήκης μέμψις, εἰσαγωγὴ πρὸς ἀγωγήν, οὐκ ἀγωγὴ τυγχάνει· τὴν περὶ ἀπαιτήσεως λέγω κληρονομίας. δίδοται δ' αὕτη καὶ παισὶ κατὰ πατρός, εἴ γέ πως ἐξνερεδάτους ἔγραψε τούτους ἐν διαθήκῃ, καὶ κατὰ παίδων τῷ πατρὶ ἐξ ὁμοίας αἰτίας. ἡ δὲ ἰν ῥὲμ πολυσχεδὴς καὶ πολυώνυμός τις, καθόλου γὰρ καὶ μερική, ἔστι δὲ βοναφίδε· ἡ μὲν γὰρ οὐτιλία τις, δανεισταῖς διδομένη, ἡ δὲ κομφεσορία τις, ἡ δὲ νεγατορία, ἡ δὲ προιβιτορία τις, ἡ δὲ σπεκιαλία, ἑτέρα τις Σερβιανή, ἄλλη Πουβλικιάνα. καὶ αἱ ἰμφάκτουμ ἀγωγαὶ πολλαί τε καὶ ποικίλαι· τούτων αἱ μὲν πραιτώριαι, αἱ δὲ πουπιλαρίαι, αἱ μὲν ἐκ νόμου τρέχουσιν, αἱ δὲ ἀρβιτραρίαι· αἱ μὲν ἁπλοῦν, αἱ δὲ διπλοῦν, αἱ δὲ τὸ διαφέρον, αἱ δὲ τὸ τετραπλάσιον τοῦ χρέους ἀπαιτοῦσιν· αἱ μὲν αὐτῶν ἀνάλιαι, αἱ δὲ καὶ περπετοῦαι· ἡ χρῆσις γὰρ τῶν ἰμφακτοὺμ πολύμορφος τυγχάνει. ἰουδικάτη δ' ἀγωγὴ μηνῶν τεσσάρων ὅρον πρὸς καταδίκην ἔλαβε παρὰ τοῦ νομοθέτου. ἡ δέ γε περὶ ὕβρεως ἀγωγὴ ἀναλία· γίνεται δὲ καὶ πράγμασι καὶ ῥήμασι τὸ πλέον, εἰς σῶμα εἰς ἀξίαν τε, πρὸς δὲ καὶ ἀτιμίαν· κινεῖται δ' ἐγκληματικῶς, χρηματικῶς δ' εἰ θέλεις, καὶ σβέννυται παραδρομῇ ἑνὸς καὶ μόνου χρόνου. Ὡς τῶν ἰν ῥέμ, τῶν ἰμφακτούμ, οὕτω τῶν ἰντερδίκτων ἡ χρῆσις πολυδύναμος, πολλὰς ἔχουσα κλήσεις. ἔστι δὲ τὸ ἰντέρδικτον πραίτωρος ὁμιλία, οὐ τέμνει δὲ ὑπόθεσιν, ἀλλὰ ῥυθμίζει μόνον, πῶς