Νάρκισσος ὁ Κίλιξ, καὶ Θεόδωρος ὁ Θρᾷξ, καὶ Μάρις Χαλκηδόνος, καὶ Μάρκος ὁ Σύρος· οἵ τινες παραγενόμενοι τοῖς μὲν περὶ Ἀθανάσιον οὐδαμῶς εἰς λόγους ἐλθεῖν κατεδέξαντο· τὴν δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν πίστιν ἀποκρυψάμενοι, ἑτέραν δὲ συγκαττύσαντες ἐπιδεδώκασι τῷ βασιλεῖ Κώνσταντι ἐν τούτοις οὖσαν τοῖς ῥήμασιν· Ἄλλη ἔκθεσις. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» Καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δι' οὗ ἐγένετο τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ, καὶ τὰ ἀόρατα, λόγον ὄντα, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθινὸν, τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνεληλυθότα εἰς τοὺς οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμενεῖ εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι τὸν Παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀπέστειλε διδάξαι καὶ ὑπομνῆσαι πάντα, δι' οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ἦν ποτε χρόνος ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. Ταῦτα ἐπιδεδωκότες τῷ βασιλεῖ, καὶ πολλοῖς ἑτέροις ἐκδόντες, οὐδὲν πλέον ἀνύσαντες ἀνεχώρησαν. Ἀδιαφόρου τοίνυν ἔτι τυγχανούσης τῆς μεταξὺ τῶν δυτικῶν τε καὶ ἀνατολικῶν κοινωνίας, ἐπεφύη ἐν Σιρμίῳ, πόλις δὲ αὕτη τῶν Ἰλλυριῶν, αἵρεσις ἑτέρα. Φωτεινὸς γὰρ τῶν ἐκεῖ ἐκκλησιῶν προεστὼς, γένος τῆς μικρᾶς Γαλατίας, Μαρκέλλου τε τοῦ καθῃρημένου μαθητὴς, ἀκολουθῶν τῷ διδασκάλῳ, ψιλὸν ἄνθρωπον τὸν Υἱὸν ἐδογμάτισε. Καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. 2.19 Περὶ τῆς μακροστίχου ἐκθέσεως. Τριετοῦς δὲ ἐν τῷ μέσῳ διαδραμόντος χρόνου, αὖθις οἱ ἀνατολικοὶ ἐπίσκοποι συνέδριον ποιησάμενοι, καὶ ἑτέραν πίστιν συντάξαντες, τοῖς ἐν Ἰταλίᾳ ἀποστέλλουσι δι' Εὐδοξίου τοῦ τότε ἐπισκόπου Γερμανικείας καὶ Μαρτυρίου καὶ Μακεδονίου, ὃς Μοψουεστίας τῆς ἐν Κιλικίᾳ ἐπίσκοπος ἦν. Ἡ δὲ πίστις διὰ μακροτέρων γραφεῖσα, προσθήκας τε πλείστας παρὰ τὰ προλαβόντα περιέχουσα, ἐν τούτοις ἐξετέθη τοῖς ῥήμασι· Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν πρὸ πάντων τῶν αἰώνων γεννηθέντα ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δι' οὗ ἐγένετο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθινὸν, τὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Πατρὸς, ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς ἀπείρους αἰώνας· καθέζεται γὰρ ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστιν εἰς τὸν Παράκλητον· ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανὸν ἄνοδον ἀπέστειλε διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, δι' οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πιστευόντων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν,