46
εἰκότως καὶ ὁ ψαλμὸς ταῦτα προαγορεύων ἔφη· γʹ. "Ὁ Θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί." Ἢ κατὰ τοὺς λοιποὺς, καὶ νυκτὸς, καὶ οὐ σιγή. Νύκτωρ, φησὶ, καὶ μεθ' ἡμέραν διηνεκῶς βοῶντος, καὶ σιγᾷν οὐκ ἀνεχομένου, οὐκ ἀκήκοας, ἀλλὰ τῷ πάθει παρέδωκας· ἀλλ' ὅμως οἶδα τὸ τῆς οἰκονομίας μυστήριον. Τοῦτο γὰρ παρεδήλου τὸ, "Οὐκ εἰς ἄνοιαν ἐμοί." Νενόηκα γὰρ ὡς οὐ μάτην ἀνεβάλου τὴν τῆς αἰτήσεως δόσιν, ἀλλὰ μέγα τι καὶ σωτήριον ἐκ τοῦ πάθους οἰκονομῶν. δʹ. "Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦ Ἰσραήλ." Τὸ δὲ πάντων παραδοξότατόν φησιν, ὅτι σοῦ ἐν τῷ ἁγίῳ τούτῳ σώματι κατοικοῦντος, ἐνεργεῖται τὸ πάθος. Ἔπαινον δὲ Ἰσραὴλ αὐτὸν ὀνομάζει, ὡς ὑπὸ τῶν οἰκείων θεραπευτῶν ἐπαινούμενον καὶ ὑμνού μενον· ἀντὶ γὰρ τοῦ ἔπαινος, ὕμνος οἱ ἄλλοι τεθεί κασιν ἑρμηνευταί. εʹ. "Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν." ∆είκνυσι τῆς ἐλπίδος τὸ κέρδος. "Ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. [ʹ.] Πρὸς σὲ ἐκέ κραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν." Καίτοι, φησὶν, οἶδα σαφῶς, ὡς ἅπαντες ἡμῶν οἱ πατέρες τῇ σῇ βοηθείᾳ θαῤῥήσαν τες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος· καὶ εἰς ἐπικουρίαν σε καλέσαντες τῆς σῆς προνοίας ἀπήλαυσαν. 80.1013 ζʹ. "Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπου, καὶ ἐξουθένημα λαοῦ." Ἐγὼ δὲ, φησὶ, δίκην σκώληκος, εὐτελής τε ὤφθην, καὶ καταγέλαστος ἐγενόμην. Τινὲς δὲ διὰ τοῦ σκώληκος εἶπον παραδηλοῦσθαι καὶ τὴν ἐκ Παρθένου γέννησιν· οὐκ ἐκ συνουσίας γὰρ οὗτος ἔχει τὸ εἶναι. Ἐγὼ δὲ ἡγοῦμαι τὴν εὐτέλειαν διὰ τοῦ σκώληκος ἐνταῦθα μόνον παραδηλοῦσθαι τεκμαιρόμενος, φησὶ γάρ· ηʹ, θʹ. "Πάντες οἱ θεωροῦντές με, ἐξεμυκτήρισάν με· ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπι σεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν." Καὶ ταῦτά ἐστιν ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις προσκείμενα· "Πολλοὶ γὰρ, φησὶ, κινοῦν τες τὰς κεφαλὰς, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι." Καὶ τῶν λῃστῶν θάτερος ἔλεγεν· "Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς." Καὶ μέντοι καὶ τό· "Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτὸν," ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔστιν εὑρεῖν. ιʹ, ιαʹ. "Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ." Ταῦτα καὶ ὁ μακάριος προεθέσπι σεν Ἡσαΐας· εἰρηκὼς γὰρ, ὅτι "Ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ," ἐπήγαγε· "Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν." Καὶ ὁ μακάριος τοίνυν ∆αβὶδ, τῷ τοῦ ∆εσπότου Χριστοῦ κεχρημένος προσώπῳ φησὶν, ὅτι Σύ με καὶ διέπλασας ἐν μήτρᾳ, καὶ ἐκεῖθεν πάλιν ἐξήγαγες, καὶ ἔτι τιθηνούμενος, καὶ τὴν μητρῴαν ἕλκων θηλὴν, τῆς σῆς κηδεμονίας τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. ιβʹ. "Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι." Καὶ γὰρ τότε τῶν μαθη τῶν αὐτὸν κατελελοίπει χορός· εἶτα προλέγει τῆς θλίψεως τὰ εἴδη. ιγʹ, ιδʹ. "Περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦ ροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος." Καλεῖ δὲ ταύρους, τοὺς ἱερέας καὶ Γραμματέας, τὴν τοῦ λαοῦ πεπιστευμένους ἀρχὴν, καὶ πολλῇ θρασύτητι κεχρημένους· μόσχους δὲ, τοὺς ὑπ' αὐτοὺς τετα γμένους· πίονας δὲ αὐτοὺς ὀνομάζει, ὡς τοῖς ὑπ' αὐτοῦ χορηγηθεῖσιν ἐντρυφήσαντας ἀγαθοῖς. Οὕ τω γὰρ καὶ ὁ μέγας προείρηκε Μωσῆς· "Καὶ ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ 80.1016 ἐγκατέλιπε Κύριον τὸν ποιήσαντα αὐτόν." Καὶ μέντοι καὶ ὁ μακάριος Ὠσηὲ, δαμάλει αὐτὸν ἀπεικάζει θρασυνομένῃ· "Ὡς δάμαλις γὰρ παροι στρῶσα παροίστρησεν Ἐφραΐμ." Οὕτω δὲ τὸν λαὸν προσηγόρευσεν· "Οὕτω δὲ καὶ Ἐφραῒμ, φησὶ, δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος·" τουτέστιν, ἐριστικὴ καὶ φιλόνεικος. Νεῖκος γὰρ οὐ τὴν νίκην, ἀλλὰ τὴν φιλονεικίαν καλεῖ. Καὶ δεικνὺς τὴν μετὰ ταῦτα ταπείνωσιν ἐπήγαγεν· "Ἐγὼ δὲ ἐπιβήσομαι ἐπὶ τὸ κάλλος τοῦ τραχήλου