46
δυσωπουμένης ἀξιῶσαι ἡμᾶς αὐτόλεκτα καὶ θεοχάρακτα αὐτῆς γράμματα δέξασθαι κατὰ μίμησιν τῶν ὁμοζήλων αὐτῆς ἁγίων, ὥσπερ νῦν τὰς πλουσίας καὶ ὑπὲρ ἡμᾶς δωρεὰς αὐτῆς καὶ εὐλογίας. Ἀπήγγειλεν δὲ ἡμῖν ὁ αὐτὸς ἀδελφὸς ἡμῶν Ἐπιφάνιος, θειοτάτη κορυφή, ὡς ἔγκλησιν ἐδέξατο παρ' αὐτῆς ἕνεκα Βαρσανουφίου, Ἠσαΐου τε καὶ ∆ωροθέου τῶν αἱρετικῶν, ὡς δεχομένων ἡμῶν αὐτοὺς ὀρθοδόξους· καὶ πάνυ ἠγάσθημεν, εἰ ἡμεῖς οἱ ταπεινοὶ ὑπὲρ ὀρθοδοξίας πάσχοντες αἱρετικοῖς προσπάσχομεν. ἐμφραγέσθω πᾶν τὸ καθ' ἡμῶν ὑποβάλλον καὶ συκοφαντοῦν στόμα. ὀρθόδοξοί ἐσμεν, κἂν ἄλλως ἁμαρτωλοί, ὦ μακαριώτατε, μηδ' ὁτιοῦν ὕφεσιν ἔχοντες ἐν τούτῳ τῆς ἀποστολικῆς πίστεως, πᾶσαν σύνοδον οἰκουμενικήν τε καὶ τοπικὴν ἐγκεκριμένην τῇ ἀληθείᾳ μετὰ τῶν ἐκτεθέντων αὐταῖς ἁγίων κανόνων ἀσπαζόμενοι καὶ πᾶσαν αἵρεσιν καὶ αἱρετικὸν μυσαττόμενοι καὶ ἀναθεματίζοντες. καὶ ἀνάθεμα Βαρσανουφίῳ, Ἠσαΐᾳ, ∆ωροθέῳ τε καὶ ∆οσιθέῳ, τοῖς ὑπὸ τοῦ Ἁγίου Σωφρονίου ἀναθεμα τισθεῖσιν. ἀλλὰ καὶ ἄλλος εἴ τις εἴη τούτοις ὁμώνυμος, ὅμως αἱρετικὸς κατὰ τὴν ἐκείνων αἵρεσιν ἢ ἑτέραν, κἂν ἐπίσκοπος, κἂν ἀσκητής, κἂν ὁστισοῦν, ἀνάθεμα ἔστω. ἀλλὰ καὶ εἴ τις μὴ ἀναθεματίζοι εὐκαίρως κατὰ τὸ ἀναγκαῖον πάντα αἱρετικόν, εἴη τῆς αὐτῶν μερίδος. ἡμεῖς γὰρ καθαροί ἐσμεν παντὸς αἱρετικοῦ φρονήματος εὐχαῖς σου ἱερωτάταις, παναγέστατε. Ἔτι μὴν καὶ τοῦτο ἀναφέρομεν, ὅτι, εἰ καὶ ἐν τῇ ἐπιστολῇ ἡμῶν τῇ διὰ τοῦ ἀδελφοῦ Εὐσταθίου οὐ δεδήλωται ἐπιστεῖλαι ἡμᾶς τῇ ἁγίᾳ σου κορυφῇ δι' Ἐπιφανίου, οὐ διέψευσται Ἐπιφάνιος, καὶ ὁ τρόπος ἐν τούτῳ. ἦμεν ὡς ἀληθῶς ἐκδώσαντες αὐτῷ τὴν ἐπιστολήν, καὶ πάλιν φόβῳ τῶν κρατούντων ἀπαλείψαντες· ὁ δέ, ἔχων τῶν σημείων τὴν γνῶσιν, ἤγαγεν πρὸς τὰ ἅγια αὐτῆς ἴχνη εὖ φρονῶν μετὰ τὸ ἐξορισθῆναι ἡμᾶς. καὶ γάρ ἐστι στόμα τῆς ταπεινώσεως ἡμῶν καὶ λόγος ἐξερευγόμενος τῆς καρδίας ἡμῶν. καὶ μή τί γε ὑπολάβοι ἡ ἁγία σου ψυχὴ σκάνδαλον ἐν τῷ συνδούλῳ ἡμῶν, ὄντι πιστοτάτῳ κατὰ πάντα. Ὁ ἀδελφὸς ἡμῶν καὶ ἀρχιεπίσκοπος Θεσσαλονίκης ὑπτίαις καρδίας χερσὶ καὶ ἐδέξατο τὴν τῆς μακαριότητός σου προσηγορίαν καὶ δι' ἡμῶν προσκυνητῶς κατασπαζόμενός ἐστι τὴν ἱερωτάτην σου κορυφήν. 35 {1[Βασιλείῳ ἡγουμένῳ] Βασιλείῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ καὶ ἀρχιμανδρίτῃ Ῥώμης Πλάτων ταπεινὸς ἐγκλειστὸς καὶ Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.}1 Οὕτως ἀπεκαραδοκοῦμεν οἱ ταπεινοὶ δέξασθαι γράμματα τῆς πατρικῆς σου ὁσιότητος, ὡς γῆ διψῶσα τὸν ἑαυτῆς ὑετόν· καὶ ἐπειδὴ ἀπετύχομεν τῆς ἐλπίδος, ἠλγήσαμεν, ὡς τὸ εἰκός. ὅμως μαθόντες τὴν αἰτίαν παρὰ Ἐπιφανίου τοῦ ποθεινοτάτου καὶ πιστοτάτου ἡμῶν υἱοῦ, ὅτι ἐξ ἀναγκαίου καὶ οὐκ ἐκ καταφρονήσεως ἡμῶν τῶν εὐτελῶν καὶ λίαν ἐραστῶν τῆς θεοφιλίας σου, μετεβάλομεν τὸ ἄλγος τῆς καρδίας, χαρὰν προσκτησάμενοι ἱκανουμένην. ἀνήγγειλε γὰρ ἡμῖν τὸν αὐτὸν διαμένειν ἐν τῇ πρὸς ἡμᾶς διαθέσει τε καὶ ἀγάπῃ, οὐ μὴν ἀλλὰ καὶ προστιθέμενον μᾶλλον ἀγαθότητος ποικίλοις τρόποις. τὴν δὲ τοῦ ζήλου τῆς εὐσεβείας διανάστασιν, ὅση ἐστὶ τῇ ἁγίᾳ σου ψυχῇ ἐξηγησάμενος, ἤχησεν ἡμῶν ἀμφότερα τὰ ὦτα. καὶ εὐλογητὸς Κύριος τῶν δυνάμεων, ὁ θέμενός σε ἐν τῇ πρωτίστῃ τῶν πόλεων, φωστῆρα θεολαμπῆ λόγον ζωῆς ἐπέχοντα ἀμφιλαφείᾳ τῶν ἀγαθῶν πράξεων, ὁ δούς σοι γλῶσσαν ἐλευθεροστομοῦσαν τὰ θεῖα τῆς ὀρθοδοξίας διδάγματα μετὰ ὑψηλοῦ κηρύγματος. ἐν ᾧ καὶ παρακαλοῦμεν βοηθεῖν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ τῇ τε οἰκείᾳ κραταιότητι καὶ τῇ πρὸς τὸν ἁγιώτατον ἀποστολικὸν μεσιτείᾳ. ἡ γὰρ ὑμῶν ἀνδρικὴ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας ἐκδίκησις τῆς ὑπ' οὐρανὸν ἐκκλησίας ὑπάρχει στερέωσις, καὶ ὁ ἀφ' ὑμῶν ζῆλος ἀνάπτειν πέφυκεν ἀεὶ ἅπασαν τὴν οἰκουμένην εἰς τὴν διάπυρον ἐν Πνεύματι Ἁγίῳ τῆς πίστεως ἡμῶν ὁμολογίαν. ὥστε εἰκαζέτω σου ἡ θεοσέβεια, ὅσος ὁ λόγος ὑμῖν τοῦ τῆς εὐσεβείας κράτους καὶ ὁπόσος ὁ ἔπαινος ἀπὸ θεοῦ μετὰ τῶν ἀξίων ἀμοιβῶν ἐν τῇ ταύτης φυλακῇ καὶ