1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

46

κροτηθέντος πρὸς Γιζέριχον, ἡττήθη ὁ τῶν Ῥωμαίων στρατός· καὶ οὕτω Βονιφάτιος μετὰ Ἄσπαρος εἰς Ῥώμην ἐλθὼν τὴν ὑποψίαν διέλυσεν, ἀποδείξας τὴν ἀλήθειαν· ἡ δὲ Ἀφρικὴ ὑπὸ Οὐανδήλους γέγονεν. τότε καὶ Μαρκιανὸς στρατιώτης ὢν καὶ δουλεύων τῷ Ἄσπαρι, ζῶν συνελήφθη ὑπὸ Γιζερίχου, ὁ μετὰ ταῦτα βασιλεύσας. λβʹ. εʹ. ϛʹ. εʹ. βʹ. κεʹ. ιζʹ. Τούτῳ τῷ ἔτει μετετέθη ἐν Ἀλεξανδρείᾳ ἡ ἁγία μάρτυς Εὐφημία πρὸ ϛʹ καλανδῶν Ὀκτωβρίων. 96 λγʹ. ϛʹ. ζʹ. ϛʹ. γʹ. κϛʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ὁ Κάνθαρος τὸ βαλανεῖον ἐν Ἀλεξανδρείᾳ ἐπληρώθη. μοναχοὶ δέ τινες ἐλθόντες ἐν Κωνσταντινουπόλει παρηνόχλουν τῷ βασιλεῖ κατὰ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου Μομψουεστίας μετὰ θάνατον αὐτοῦ, ὡς αἱρετικὸν διαβάλλοντες. ὁ δὲ βασιλεὺς Πρόκλῳ ἐπέτρεψε τοῖς τῆς ἀνατολῆς ἐπισκόποις γράψαι τὴν ζήτησιν ποιήσασθαι καί, εἰ ἀληθεύουσιν, ἀναθεματίσαι Θεόδωρον. Ἰωάννης δὲ ὁ Ἀντιοχείας ἀντέγραψε Πρόκλῳ μετὰ τῆς ἰδίας συνόδου καὶ τῷ βασιλεῖ ὀρθοδοξίαν μαρτυρῶν Θεοδώρῳ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ηʹ. λδʹ. ζʹ. ηʹ. ζʹ. δʹ. κζʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐσείσθη ἡ γῆ καὶ ἐμυκήθη πρὸ ιεʹ καλανδῶν Μαΐων. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. λεʹ. ηʹ. αʹ. ηʹ. εʹ. κηʹ. βʹ. Τούτῳ τῷ ἔτει Χαρμόσυνος ὁ αὐγουστάλιος ἐν Ἀλεξανδρείᾳ ἐκροταφίσθη ἐν τῷ Κυνηγίῳ, καὶ ἀπέθανε μηνὶ Ἐπιφὶ αʹ. λϛʹ. θʹ. βʹ. θʹ. ϛʹ. κθʹ. γʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ βασιλεὺς Ἀντίοχον τὸν πραιπόσιτον καὶ πατρίκιον, τὸν καὶ βάγυλον αὐτοῦ, ἐποίησε παπᾶν, δημεύσας καὶ τὸν οἶκον αὐτοῦ ὡς κατεπαιρομένου τοῦ βασιλέως καὶ καταφρονοῦντος αὐτοῦ. διὸ καὶ νόμον ἔθετο μὴ εἰσέρχεσθαι εἰς πατρικίου ἀξίαν εὐνοῦχον. Κόσμου ἔτη εϠλζʹ. Τῆς θείας σαρκώσεως ἔτη υλζʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. λζʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. γʹ. Κωνσταντινουπ. ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. λʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ηʹ. δʹ. Τούτῳ τῷ ἔτει Κῦρον, τὸν ἔπαρχον τῆς πόλεως καὶ τῶν πραιτωρίων, ἄνδρα σοφώτατον καὶ ἱκανὸν κτίσαντά τε τὰ τείχη τῆς 97 πόλεως καὶ ἀνανεώσαντα πᾶσαν Κωνσταντινούπολιν, περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι ἐπὶ τοῦ ἱππικοῦ καθεζομένου τοῦ βασιλέως καὶ ἀκούοντος. "Κωνσταντῖνος ἔκτισεν, Κῦρος ἀνενέωσεν." καὶ ἐχόλεσεν ὁ βασιλεὺς ὅτι ταῦτα εἶπον περὶ αὐτοῦ, καὶ προφασισάμενος αὐτὸν ἑλληνόφρονα εἶναι καθεῖλεν αὐτὸν τῆς ἀρχῆς καὶ ἐδήμευσεν αὐτόν. ὁ δὲ προσφυγὼν τῇ ἐκκλησίᾳ ἐγένετο παπᾶς καὶ αὐτός. ὁ δὲ βασιλεὺς σπλαγχνισθεὶς ἐπ' αὐτῷ ἐκέλευσε γενέσθαι αὐτὸν ἐπίσκοπον Σμύρνης τῆς ἐν Ἀσίᾳ. οἱ δὲ Σμυρναῖοι καταλαβόντα αὐτὸν πρὸ τῶν ἁγίων θεοφανίων ὑφορώμενοι αὐτὸν ὡς ἑλληνόφρονα ἠβούλοντο αὐτὸν ἀνελεῖν. τοῦ δὲ εἰσελθόντος ἐν τῇ ἐκκλησίᾳ καὶ προτραπέντος λαλῆσαι τῷ λαῷ, ἔφη· "ἄνδρες ἀδελφοί, ἡ γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ καὶ μόνῃ συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ ὁ τοῦ θεοῦ λόγος· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν." καὶ ἐχάρη ὁ λαός, καὶ εὐφήμησαν αὐτόν, καὶ ἐπισκόπησεν αὐτοὺς εὐσεβῶς. ληʹ. ιαʹ. δʹ. ιαʹ. ηʹ. λαʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐτυράννησεν Ἰωάννης ἕτερος, ὁ λεγόμενος Οὐανδαλός, κατὰ Οὐαλεντινιανοῦ ἐν Ῥώμῃ· καὶ ἀποστείλας Θεοδόσιος δύναμιν σὺν τῷ Ἄσπαρι καὶ Ἀρδαβουρίῳ τοῖς στρατηγοῖς, καὶ πολέμου κροτηθέντος, ἡττήθη Ἰωάννης καὶ λαβὼν λόγον παρέδωκεν ἑαυτὸν ζῶντα. καὶ εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα Θεοδόσιον, καὶ τιμῆς ἀξιωθῆναι αὐτὸν παρασκευάζουσιν. ὁ δὲ Χρυσάφιος, εὐνοῦχος ὢν καὶ παραδυναστεύων ἐν τοῖς βασιλείοις, δολοφονήσας ἀνεῖλεν αὐτόν· ἀλλ' οὐκ εἰς μακρὰν τοῦτον ἡ δίκη μετῆλθεν. λθʹ. ιβʹ. εʹ. ιβʹ. θʹ. λβʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Κύριλλος Ἀλεξανδρείας καὶ Πρόκλος Κωνσταντινουπόλεως εὐσεβῶς ἐκοιμήθησαν. καὶ τὸν μὲν Πρόκλον Φλαβιανὸς ὁ πρεσβύτερος καὶ σκευοφύλαξ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως