47
4 εἰσί τε οὐ βάρβαροι τὸ λοιπὸν οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ' ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταύρους περιέλοι καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις καὶ ὁπόσα ἄλλα τερατώδη καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται, εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμείνονα. 5 τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοὶ εἰκότως οὐκ ἀνεκτὰ ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀφῃρημένοι. 6 αὐτίκα δὲ οἱ Ῥωμαῖοι Μαρτίνου ἐξοτρύ νοντος ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήν δε δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχε τὸ χωρίον, Οὔννων ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων, αὐτοῦ που ξυμβαλόν των τοῖς Κόλχοις καὶ εἶτα νενικημένων, καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην τῶν ἐπιχωρίων ἐπενεγκόντων. 7 νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς ὀνομάζεται, ἀλλ' ἐπειδὴ Στεφάνου τοῦ θεσπεσίου ἱερὸν ἐνταῦθα ἵδρυται, ὃν δὴ πρῶτον πάλαι φασὶν ὑπὲρ τῶν Χριστιανοῖς ἄριστα δοκούντων ἐθελοντὴν διακινδυνεύσαντα ὑπὸ τῶν ἐναντίων καταλευσθῆναι, τῷ ἐκείνου ὀνόματι καλεῖσθαι τὸν τόπον νενόμισται. ἡμᾶς δὲ οὐδέν, οἶμαι, τὸ κωλύον ἐς γνώρισμα τῇ ἀρχαιοτάτῃ χρῆσθαι προσηγορίᾳ, ἐπεὶ καὶ ξυγγραφῇ μᾶλλον προσήκει. 8 ὁ δὴ οὖν τῶν Ῥωμαίων στρατὸς ἐς Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ φρούριον καταστρέψασθαι ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ τελευταίᾳ πράξει ἐν καιρῷ γιγνομένῃ τὸ ἐπίκλημα διαλῦσαι. 9 ἅπαντες τοιγαροῦν οἵ τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως πεδίῳ στρατοπε δευσάμενοι τούς τε καλουμένους σπαλίωνας ἐπεσκεύαζον καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια καὶ ἄλλα ἄττα τοιάδε ὄργανα, ὡς, εἰ δεήσοι, τειχομαχήσοντες. 10 ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον ἐξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς τῷ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν περικαλύπτουσι τὸ μηχάνημα τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. 11 ἄνδρες δὲ ἔνδον ἐν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι αἴρουσί γε 90 αὐτὸ ἀφανῶς καὶ ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες κατασείουσι τὴν οἰκοδομίαν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι τὰ ἐς τὴν πολιορκίαν παρεσ κευάζοντο. 6. Ἐν τούτῳ δὲ ἁλίσκεταί τις Πέρσης ἀνὴρ ὑπὸ τῶν Ἰουστίνου δορυφόρων ἀνὰ τὸ φρούριον πορευόμενος. ἐπεὶ δὲ ἐς τὸ στρατόπεδον ἐκεκόμιστο, ἠναγκάζετο μαστιγούμενος ξὺν ἀληθείᾳ ἐρεῖν τὰ τῶν οἰκείων βουλεύματα. 2 καὶ δῆτα ἀπήγγελλεν, ὡς ὁ μὲν Ναχοραγὰν ἐς Ἰβηρίαν ἤδη ἀφῖκται, αὐτὸν δὲ ἀπεσταλκὼς εἴη τὰ ἐνταῦθα στρατεύματα ἐπι θαρσυνοῦντα, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ παρεσομένου. 3 «οἱ δὲ ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τεταγμένοι Πέρσαι οὐκ ἐς μακρὰν ἥξουσιν» ἔφη «προσβοηθήσοντες τοῖς ἐς Ὀνόγουριν ὁμοφύλοις, ἐγνωσ μένον αὐτοῖς ὡς ἐπ' ἐκείνους ἰέναι διανοεῖσθε.» 4 τούτων δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκε χρῆναι πρότερον παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων γάρ, ὡς τὸ εἰκός, διὰ τὴν ὀλιγότητα νικωμέ νων ἑπόμενον εἶναι τοὺς ἐν τῷ φρουρίῳ τάχιστα προσχωρήσειν, ἐρήμους γεγενημένους· εἰ δέ γε καὶ ἀντισταῖεν, ἀλλ' οὐδενὶ πόνῳ διαφθαρῆναι. 5 ἤρεσκε δὲ ταῦτα καὶ Οὐλίγαγγον, τὸν τοῦ Ἐρουλικοῦ στρατεύματος ἡγεμόνα. τοιγάρτοι ἐκεῖνος θαμὰ ἐπεφθέγγετο παροιμιῶδές τι, βαρβαρι κὸν μὲν καὶ ἀφελές, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον· ὡς δεῖ