1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

47

πεπεισμένοι ξυνεπορεύοντο· εἵπετο δὲ αὐτοῖς βραχεῖά τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα. 9 γνοὺς δὲ ὁ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ' αὐτὸν ἥξουσι, καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτο πήσας παραγίνεται ἀμφὶ τὸν Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει ἀφύλακτός τε καὶ θαρραλέος καὶ λίαν ὀλίγους τῶν ὀπαδῶν ἐπαγόμενος, καὶ τούτους ἀνόπλους καὶ οὐκ ἐς μάχην παρεσ κευασμένους. 10 πῶς δὲ οὐκ ἂν οὕτως ἵκετο παρὰ φίλους τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους, μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλεξητῆρας;

4. Οὕτω δὲ ἐπὶ τῶν ἵππων ἥμενοι ἅπαντες διελέγοντο ἀλλήλοις, ὅπως τὰ παρόντα θετέον. καὶ τοίνυν ὁ Ῥούστικος «ἄγε» ἔφη «ὦ Γου βάζη, ὅπως ἡμῖν συνάροιο καὶ ξυνεπιλήψῃ τοῦ πόνου κατὰ Περσῶν ἰοῦσι, τούτων δὴ τῶν ἐς Ὀνόγουριν ἱδρυμένων. αἰσχρὸν γὰρ εἰ καθε δοῦνται ἀδεῶς ἐπὶ πλεῖστον ἐν μέσῃ τῇ ἡμετέρᾳ χώρᾳ, καὶ ταῦτα ὀλίγιστοι ὄντες καὶ οὐδαμῶς ἀξιόμαχοι». 2 «ἀλλ' ὑμᾶς γε μόνους» ἦ δὲ ὁ Γουβάζης «ἀνάγκη, ὦ γενναῖοι, ἐν τῷδε διαγωνίσασθαι, ὡς καὶ μόνους τῶν ξυνενεχθέντων αἰτιωτάτους. 3 εἰ γὰρ μὴ ῥᾳστώνῃ πολλῇ ἀμφὶ τὰ πρακτέα εἴχεσθε καὶ ὀλιγωρίᾳ, οὔτ' ἂν τὸ φρούριον ὑμῖν τοῦτο 88 ἐπετειχίζετο οὔτε οὕτως ἀκλεᾶ φυγὴν καὶ ἀσχήμονα ὑποστάντες ἐδρα πετεύετε οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων. 4 νῦν δὴ οὖν, ὦ λῷστοι, εἴ γε δόξης ἐρασταὶ εἶναί φατε καὶ στρατηγικῷ φρονήματι γάνυσθε, τὸ παρειμένον ὑμῖν ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι οὐδὲ ξυνδιακινδυνεύσαιμι, πρὶν ἂν ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτημένα». 5 τούτων δὲ εἰρημένων, αὐτίκα, ὥσπερ τῆς ἀντιλογίας ἀποχρώσης πρὸς ἔλεγχον τοῦ μηδισμοῦ καὶ τυραννίδος μεμελετημένης, ὁ Ἰωάννης ἐκεῖνος, ὁ τῶν δεινῶν ἀγγελιαφόρος, σπασάμενος ἠρέμα τὸ ἐγχειρίδιον παίει τὸν Γουβάζην ἀμφὶ τὸ στέρνον, οὔπω καιρίαν. 6 ὁ δὲ (ἐτύγχανε γὰρ ἐναλλάγδην ἔχων τὼ πόδε ὑπὲρ τὸν αὐχένα τοῦ ἵππου) ἀθρόον κατέπεσεν, οὐ τοσοῦτον, οἶμαι, τῇ πληγῇ τῆς χειρός, ὅσον τῷ ἀπροσδοκήτῳ καταβεβλημένος. ἰλυσπώμενον δὲ αὐτὸν ἔτι καὶ ἐξαναστησείοντα παραστὰς ὁ τοῦ Ῥουστίκου δορυφόρος, προστεταγ μένον αὐτῷ, καὶ ξίφει πατάξας τὴν κεφαλὴν τελεώτατα κατακτείνει. οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε ἀνῃρῆσθαί φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι. 7 Ἰουστῖνος δὲ καὶ Βούζης ἤσχαλλον μὲν καὶ ἐδυσφόρουν καὶ ξυμφορὰν τὸ πραχθὲν ἐποιοῦντο, ἡσυχίαν δὲ ὅμως ἦγον, οἰόμενοι βασιλέα Ἰουστινιανὸν ταῦτα σαφῶς ἐπιστεῖλαι. 8 ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας καὶ δυσθυμίᾳ κατείχοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τὸ λοιπὸν τοῖς Ῥωμαίοις μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται καταχώσαντες ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες.

5. Μέγιστον γὰρ ἔθνος καὶ ἀγέρωχον οἱ Λαζοὶ καὶ μεγίστων ἄλλων κρατοῦσι τῷ τε παλαιῷ τῶν Κόλχων ὀνόματι βρενθυόμενοι πέρα τοῦ μετρίου μεγαλαυχοῦσι, καὶ τάχα οὐ λίαν ἀλόγως. 2 ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ὅσα ὑφ' ἑτέρων βασιλείαν τετάχαται, οὐκ οἶδα ἔγωγε ἄλλο οὕτω κλεινόν που φῦλον καὶ εὔδαιμον πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων τόπων τε εὐκαιρίᾳ καὶ ἀφθονίᾳ τῶν ἐπιτηδείων καὶ τῇ τῶν ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. 3 καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες τῶν ἐκ τῆς θαλάττης ἀγαθῶν ἀγνῶτες παντάπασιν ἐτύγχανον ὄντες, οἷς γε οὐδὲ ὄνομα ἠκούετο νεώς, πρίν γε δὴ αὐτοῖς τὴν Ἀργὼ ἐκείνην ἐπιφοιτῆσαι. οἱ δὲ νῦν καὶ ναυτίλλονταί γε, οὕτω παρασχόν, καὶ τὰ 89 τῆς ἐμπορίας κομίζονται κέρδη. 4 εἰσί τε οὐ βάρβαροι τὸ λοιπὸν οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ' ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταύρους περιέλοι καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις καὶ ὁπόσα ἄλλα τερατώδη καὶ ἄπιστα