1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

47

μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς 84.4 ἐκκλησίας εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πίστεως ὀρθοτομίαν, ἣν παρ' αὐτῶν πυθόμενος αὐτός τε δι' ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο ἡμῖν τε φανερὰν κατεστήσατο ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν ἀνδρῶν ὀρθοδοξίαν ...

85.1 Τίς τούτων ἀκούων οὐ συνορᾷ τὴν συσκευήν; οὐ γὰρ ἔκρυψαν, ἃ ἔπραξαν, ἢ τάχα καὶ μὴ βουλόμενοι τὴν ἀλήθειαν ὡμολόγησαν. εἰ γὰρ ἐγὼ ἤμην ὁ κωλύων τοὺς περὶ Ἄρειον εἰσελθεῖν, κἀμοῦ συσκευὴν παθόντος ἐδέχθησαν, τί ἕτερόν ἐστιν, ἢ ὅτι ταῦτα δι' ἐκείνους γέγονε καὶ πάντα καθ' ἡμῶν ἔπραξαν καὶ πέπλασται ποτηρίου κλάσις καὶ Ἀρσενίου φόνος, ἵνα μόνον τὴν ἀσέβειαν εἰς τὴν ἐκκλησίαν εἰσαγάγωσι καὶ μὴ ὡς αἱρετικοὶ 85.2 καταγνωσθῶσι; τοῦτο γὰρ ἦν ὃ καὶ πρὸ τούτου γράφων ἐμοὶ βασιλεὺς ἠπείλησε. καὶ οὐκ ᾐδέσθησαν τοιαῦτα γράφοντες καὶ λέγοντες τούτους ὀρθῶς φρονεῖν, οὓς πᾶσα ἡ οἰκουμενικὴ σύνοδος ἀνεθεμάτισε· καὶ οὐκ ἐφοβήθησαν τὴν τηλικαύτην σύνοδον ἐν 85.3 γωνίᾳ λύοντες τὸ ὅσον ἐπ' αὐτοῖς, οἱ πάντα λέγοντες καὶ πράττοντες εὐχερῶς. καὶ ὁ μισθὸς δὲ τῆς συκοφαντίας ἔτι πλέον αὐτῶν τὴν πονηρίαν καὶ τὴν ἀσεβῆ πρόθεσιν δείκνυσιν. ὁ Μαρεώτης, καθὰ προεῖπον, χώρα τῆς Ἀλεξανδρείας ἐστὶ καὶ οὐδέποτε ἐν τῇ χώρᾳ γέγονεν ἐπίσκοπος οὐδὲ χωρεπίσκοπος, ἀλλὰ τῷ τῆς Ἀλεξανδρείας ἐπισκόπῳ αἱ ἐκκλησίαι πάσης τῆς χώρας ὑπόκεινται. ἕκαστος δὲ τῶν πρεσβυτέρων ἔχει τὰς ἰδίας 85.4 κώμας μεγίστας καὶ ἀριθμῷ δέκα που καὶ πλέον. ἡ δὲ κώμη, ἔνθα οἰκεῖ ὁ Ἰσχύρας, βραχυτάτη καὶ ὀλίγων ἀνθρώπων ἐστίν, οὕτως ὡς μηδὲ τὴν ἐκκλησίαν ἐκεῖ γεγενῆσθαι, ἀλλ' ἐν τῇ πλησίον κώμῃ. καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον ἐν τῇ τοιαύτῃ κώμῃ παρὰ τὴν παλαιὰν παράδοσιν ἔδοξαν δῆθεν ὀνομάζειν ἐπίσκοπον, εἰδότες μὲν καὶ αὐτοὶ τὸ ἄτοπον, ἀναγκαζόμενοι δὲ ὅμως διὰ τὴν τῆς συκοφαντίας ὑπόσχεσιν ὑπέμειναν καὶ τοῦτο ἵνα μὴ ἀγνωμονηθεὶς ὁ παμπόνηρος ἐκεῖνος ἐξείπῃ τὴν ἀλήθειαν καὶ δείξῃ τὴν 85.5 πονηρίαν τῶν περὶ Εὐσέβιον. ἀμέλει οὔτε ἐκκλησίαν οὔτε λαοὺς πειθομένους ἔχει, ἀλλὰ καὶ παρὰ πάντων ὡς κύων διώκεται. καὶ ὅμως πεποιήκασι καὶ βασιλέα γράψαι τῷ καθολικῷ (πάντα γὰρ αὐτοῖς ἔξεστιν), ἐκκλησίαν αὐτῷ γενέσθαι, ἵνα ταύτην ἔχων 85.6 ἀξιόπιστος φαίνηται περὶ ποτηρίου καὶ τραπέζης λέγων. καὶ γὰρ εὐθὺς πεποιήκασιν αὐτὸν ὀνομασθῆναι καὶ ἐπίσκοπον, ἐπειδὴ μὴ ἔχων ἐκκλησίαν μηδὲ πρεσβύτερος ὅλως ὢν ἐδείκνυτο συκοφάντης καὶ πάντα πλαττόμενος. ἀμέλει μὴ ἔχων λαοὺς μηδὲ τοὺς ἰδίους πειθομένους αὐτῷ ὥσπερ κενὸν τὸ ὄνομα οὕτως καὶ τὴν ἐπιστολὴν ἄπρακτον κατέχει ἔλεγχον τῆς παμπονήρου προαιρέσεως αὐτοῦ καὶ τῶν περὶ Εὐσέβιον ἐπιδεικνύ μενος ταύτην. 85.7 Ἐπιστολὴ τοῦ καθολικοῦ Φλαύιος Ἱμέριος ἐξάκτορι Μαρεώτου χαίρειν. Ἰσχύρα τοῦ πρεσβυτέρου δεηθέντος τῆς εὐσεβείας τῶν δεσποτῶν ἡμῶν Σεβαστῶν καὶ Καισάρων ἐν τόπῳ Εἰρήνης Σεκονταρούρου ἀνοικοδομηθῆναι ἐκκλησίαν προσέταξεν ἡ θειότης αὐτῶν ᾗ τάχος τοῦτο πραχθῆναι. φρόντισον τοίνυν προστυχὼν καὶ τῷ ἀντι τύπῳ τοῦ θείου γράμματος, ὃ μετὰ τοῦ οἰκείου σεβάσματος προτέτακται καὶ τοῖς πραχθεῖσιν ἐπὶ τῆς ἐμῆς καθοσιώσεως ὑπομνήμασιν, ἐν τάχει τὴν σύνοψιν ποιησάμενος εἰς τὴν τάξιν ἀνενεγκεῖν, ἵνα τὰ θειωδῶς προσταχθέντα ἐπὶ πέρας ἀχθῆναι δυνηθῇ.

86.1 Ἐκεῖνοι μὲν οὖν οὕτως ἐτύρευον καὶ τὰς συσκευὰς ἔπλαττον, ἡμεῖς δὲ ἀνελθόντες ἐδείξαμεν βασιλεῖ τὰς ἀδικίας τῶν περὶ Εὐσέβιον, ἐπεὶ καὶ αὐτὸς ἦν ὁ τὴν σύνοδον γενέσθαι κελεύσας καὶ κόμης αὐτοῦ καθηγεῖτο ταύτης. ἐκεῖνος τοίνυν ἀκούσας καὶ κινηθεὶς ἔγραψε ταῦτα· 86.2 Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπι σκόποις. Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος