Ἰωάννην. Οἱ δὲ ἀπῆλθον, καὶ πά λιν ἀνεχώρησαν. Βλέπει τοὺς ἀγγέλους ἡ Μαρία, εἶτα τὸν Ἰησοῦν, καὶ διαλέγεται αὐτῇ. Εἶτα ἐπέστη τοῖς μαθηταῖς κεκλεισμένων τῶν θυρῶν, καὶ ἔδωκεν αὐ τοῖς Πνεῦμα ἅγιον. Εἶτα τῷ Θωμᾷ διαλέγεται ἀπιστήσαντι. Εἶτα πάλιν ὤφθη τοῖς μαθηταῖς ἐπὶ τῆς θα λάσσης τῆς Τιβεριάδος· οἱ δὲ ἡλίευσαν πλῆθος ἰχθύων, καὶ ἔφαγε μετ' αὐτῶν. Εἶτα ἐπιτάττει τῷ Πέτρῳ ποιμαίνειν τὰ πρόβατα, καὶ προλέγει αὐτῷ, ποίῳ θανάτῳ ἀποθανεῖται, καὶ κελεύει ἀκολουθῆσαι αὐτῷ. Βιβλίον εʹ, Πράξεις τῶν ἀποστόλων. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὰς πρά ξεις ὁμοῦ τῶν ἀποστόλων περιέχει. Ὁ δὲ διηγούμενος ταύτας ἐστὶ Λουκᾶς ὁ εὐαγγελιστὴς, ὁ καὶ τοῦτο τὸ βιβλίον συγγράφων. Συναπεδήμει γὰρ τοῖς τε ἄλλοις ἀποστόλοις, καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς, γράφει. ∆ιηγεῖται δὲ ἐν αὐτῷ πῶς, ἀγγέλων ὑπολαβόντων, ἀνελήφθη ὁ Κύριος, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ Πεν τηκοστῇ ἐπί τε τοὺς ἀποστόλους καὶ πάντας τοὺς τότε παρόντας· τήν τε κατάστασιν τοῦ Ματθίου ἀντὶ Ἰούδα τοῦ προδότου, καὶ τὴν προχείρησιν τῶν ζʹ δια κόνων, καὶ τὴν ἐκλογὴν τοῦ Παύλου, καὶ ὅσα ἔπαθε, καὶ τέλος τὴν εἰς Ῥώμην ἀποδημίαν αὐτοῦ. Τῶν μὲν οὖν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου, καὶ Φίλιππος, καὶ Θωμᾶς, Βαρθολομαῖος, Ματθαῖος, Ἰάκωβος Ἀλφαίου, Σίμων ὁ ζηλωτὴς, Ἰούδας Ἰακώβου, ὁ καὶ Θαδδαῖος,καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς τὸν Κύριον. Ἀλλὰ τοῦ Ἰούδα τούτου, προδότου γενομένου, καὶ ἀπολομένου, κατεστάθη εἰς τὸν ἐκείνου τόπον ὑπὸ τῶν ἀποστόλων Ματθίας, καὶ συγκατηριθμήθη τοῖς ἕνδεκα δωδέκατος. Μετὰ δὲ ταῦτα ἐκλήθη καὶ ὁ Παῦλος, σκεῦος ἐκλογῆς, καὶ ἀπεστάλη καὶ αὐτὸς μετὰ Βαρνάβα εὐαγγελίσαθαι τὸν Κύριον τοῖς ἔθνεσι παν ταχοῦ. Ἔτι δὲ καὶ τῶν κατασταθέντων παρὰ τῶν 28.405 ἀποστόλων ἑπτὰ διακόνων τὰ ὀνόματα ταῦτα· Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρ μενᾶς, καὶ Νικόλαος. Τούτων οὖν τῶν ἀποστόλων καὶ τῶν διακόνων τὰς πράξεις διηγεῖται ὁ Λουκᾶς, καὶ σημεῖα παρ' αὐτῶν γεγονότα, ἅπερ εἰσὶ ταῦτα· Πέτρος καὶ Ἰωάννης ἐθεράπευσαν ἐν τῷ ὀνόματι Κυρίου τὸν ἐκ γενετῆς χωλὸν, τὸν ἐν τῇ Ὡραίᾳ πύλῃ καθήμενον. Πέτρος Ἀνανίαν καὶ Σαπφεῖραν τὴν γυ ναῖκα αὐτοῦ ἤλεγξε, νοσφισαμένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, καὶ τῆς ἐπαγγελίας τῆς εἰς τὸν Θεὸν, καὶ γεγόνασι παραχρῆμα νεκροί. Πέτρος ἐν Ἰόππῃ τὴν ἀποθανοῦσαν ∆ορκάδα εὐξάμενος ἤγειρεν ἐκ νε κρῶν. Πέτρος τὸ ἐξ οὐρανοῦ σκεῦος καθιέμενον πλῆ ρες παντὸς ζώου ἑώρακε. Πέτρου ἡ σκιὰ ἐρχομένη ἐπὶ τοὺς ἀσθενοῦντας ἐθεράπευεν αὐτούς. Πέτρος τηρούμενος καὶ δεδεμένος ἐν τῇ φυλακῇ ὑπὸ ἀγγέ λου ἀπελύθη, μὴ εἰδότων τῶν στρατιωτῶν. Καὶ ὁ Ἡρώδης σκωληκόβρωτος ἐξέψυξε. Στέφανος ἐποίησε τέρατα καὶ σημεῖα. Φίλιππος τὸν εὐνοῦχον ἐπέστη σεν ἀναγινώσκοντα τὸν Ἡσαΐαν, καὶ ἐβάπτισεν αὐ τόν. Ὁ αὐτὸς Φίλιππος ἐν Σαμαρείᾳ πολλὰ πνεύ ματα ἐξέβαλε, καὶ χωλοὶ καὶ παραλελυμένοι ἐθερα πεύθησαν ὑπ' αὐτοῦ. Παῦλος, ἐγγίζων τῇ ∆αμασκῷ, εἶδεν ὀπτασίαν, καὶ εὐθὺς γέγονεν εὐαγγελιστής. Παῦλος ἐν Λύστροις Αἰνέαν, χωλὸν ἐκ γενετῆς ὄντα, ἐθεράπευσεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Παῦλος ἀπὸ ὀπτασίας εἰς Μακεδονίαν ἐκλήθη. Παῦλος τὴν γυναῖκα τὴν ἔχουσαν πνεῦμα Πύθονος ἐκαθάρισε. Παῦ λος καὶ Σίλας ἐν Φιλίπποις εἰς φυλακὴν ἐβλήθησαν, καὶ ἠσφαλισμένους εἶχον τοὺς πόδας ἐν τῷ ξύλῳ. Ἐν δὲ τῷ μεσονυκτίῳ σεισμὸς γέγονε,
47