σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον, τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα τιμαλ2.3.36.3 φέστατον. Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ 2.3.36.4 ἡ πολυκτημοσύνη. Παγκάλως γοῦν ἡ θεία που λέγει γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη· Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες; Οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν· ἠφανίσθησαν καὶ εἰς Ἅιδου κατέβησαν. Οὗτος τῆς ἀπειροκαλίας ὁ μισθός. 2.3.37.1 Εἰ γάρ τοι γεωργοῦσιν ἡμῖν δικέλλης ἐστὶν χρεία καὶ ἀρότρου, μάκελλαν δ' οὐκ ἄν τις ἀργυρᾶν οὐδὲ ἄμην χρυσῆν χαλκεύοι, τῷ δὲ εὐεργῷ τῆς ὕλης, οὐ τῷ πλουσίῳ, εἰς γεηπονίαν συγχρώμεθα, τί κωλύει καὶ περὶ τὰ σκεύη τὰ ἐνοικίδια τὴν αὐτὴν ἔχειν διάνοιαν τοὺς τοῦ ὁμοίου θεωρητικούς; ὧν μέτρον ἡ χρεία, μὴ ἡ πολυτέλεια 2.3.37.2 γινέσθω. Τί γάρ; εἰπέ μοι· τὸ μαχαίριον τὸ ἐπιτραπέζιον, ἢν μὴ ἀργυρόηλον ᾖ ἢ ἐξ ἐλέφαντος πεποιημένον τὴν λαβήν, οὐ τέμνει; Ἢ ἐπὶ τὴν μοῖραν τοῦ κρέως Ἰνδικὸν σίδηρον χαλκευτέον, καθάπερ συμμαχικόν τι παρακαλοῦντας; Τί δέ; Εἰ κεραμεοῦν εἴη τὸ χερνίβιον, οὐ δέξεται τὸ ἀπόνιμμα τῆς χειρός; οὐδὲ ὁ ποδονιπτὴρ τὸ ἀπόνιμμα 2.3.37.3 τοῦ ποδός; Ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν. Ἐγὼ δέ φημι καὶ τοῦ σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι, ὥστε μὴ δεῖσθαι πορφυρίδων ἢ φοινικίδων, κατεγνῶσθαι ὅμως τῆς εὐτελείας δι' ἀβελτερίαν ἀρχεκάκου τρυφῆς. 2.3.38.1 Τίς ἡ τοσαύτη πλάνη, τίς ἡ δοξοκαλία, ὁρᾶτε. Ὁ κύριος τρυβλίῳ ἐπωψᾶτο εὐτελεῖ καὶ κατέκλινεν τοὺς μαθητὰς ἐπὶ τῆς πόας χαμαὶ καὶ τοὺς πόδας ἔνιπτεν αὐτῶν σαβάνῳ περιζωσάμενος, ὁ ἄτυφος θεὸς καὶ κύριος τῶν ὅλων, οὐκ ἀργυροῦν δὴ ποδονιπτῆρα περιφέρων 2.3.38.2 ἀπ' οὐρανοῦ. Καὶ τὴν Σαμαρῖτιν ᾔτει πιεῖν σκεύει κεραμεῷ τοῦ φρέατος ἀνιμῶσαν, οὐκ ἐπιζητῶν τὸ βασιλικὸν χρυσίον, σβεννύναι δὲ τὸ δίψος εὐκόλως διδάσκων· σκοπὸν γὰρ τὴν χρείαν ἐτίθετο, οὐ τὴν ἀπειραγαθίαν. Ἤσθιεν δὲ καὶ ἔπινεν παρὰ τὰς εὐωχίας, οὐ γῆς ἐξορύττων μέταλλα, οὐδὲ ἀργύρου καὶ χρυσοῦ, τοῦτ' ἔστιν ἰοῦ, προσόζουσιν σκευαρίοις χρώμενος, οἷον ἀναπνεῖ τῆς τετυφωμένης ὕλης ὁ ἰός. 2.3.38.3 Καθόλου γὰρ καὶ τὰς τροφὰς καὶ τὰς ἐσθῆτας καὶ τὰ σκεύη καὶ τἄλλα πάντα τὰ κατὰ τὸν οἶκον, συλλήβδην λέγω, ἀκόλουθα εἶναι ταῖς ἐνστάσεσιν τοῦ Χριστιανοῦ δεῖ, κατὰ τὸ πρόσφορον οἰκειούμενα τῷ προσώπῳ, τῇ ἡλικίᾳ, τῇ ἐπιτηδεύσει, τῷ καιρῷ. Ἑνὸς γὰρ ὄντας θεράποντας θεοῦ χρὴ καὶ τὰ κτήματα καὶ τὰ ἐπ' αὐτοῖς ἔπιπλα ἑνὸς ἐπιδείκνυσθαι σύμβολα βίου καλοῦ, καὶ τὸν καθ' ἕνα τῶν ἀνθρώπων ἀδιακρίτῳ πίστει, τῇ μονοπροσώπῳ ταύτῃ ἐνστάσει, τὰ ἑξῆς ἀκόλουθα καὶ σύμφωνα τῇ διαθέσει τῇ 2.3.38.4 μιᾷ φαίνεσθαι ποιοῦντα. Ἃ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι εὐκόλως ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως καὶ κοινωνοῦμεν εὐκόλως αὐτῶν, ἀμείνω. Ἀμείνω δὴ τὰ χρήσιμα, βελτίω δὲ δήπουθεν 2.3.38.5 τὰ εὐτελέστερα τῶν πλουσίων. Τὸ δὲ ὅλον ὁ πλοῦτος οὐκ ὀρθῶς κυβερνώμενος ἀκρόπολίς ἐστι κακίας, περὶ ὃν ὀφθαλμιῶντες οἱ πολλοὶ οὐκ ἄν ποτε εἰς τὴν βασιλείαν παρεισέλθοιεν τῶν οὐρανῶν, νοσοῦντες μὲν περὶ τὰ κοσμικά, ὑπερηφάνως δὲ ζῶντες διὰ τὰς τρυφάς. 2.3.39.1 Χρὴ δὲ