1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

47

ἢ βασιλικόν τινα, καὶ ἂς καθέζηται εἰς τὸ κάστρον τοῦ Κετζέου, καὶ ἂς θεωρῇ." Καὶ ἐδέξαντο διὰ κελεύσεως, ὅτι· "Τί ὄφελος ἢ τουρμάρχην ἢ βασιλικὸν ἀποστεῖλαι; Πάντως ἐὰν εἰσέλθῃ εἴτε τουρμάρχης, εἴτε βασιλικός, μετὰ δέκα ἢ δώδεκα ἀνθρώπων ἔχει εἰσελθεῖν, καὶ καθέζεσθαι ἔχει εἰς τὸ ἀπλίκτον, ὃ παρ' ὑμῶν λάβῃ· καὶ ἐπεὶ πολλαί εἰσιν ὁδοί, αἱ εἰσάγουσαι εἰς τὸ κάστρον Θεοδοσιουπόλεως, οὐ δύναται ἀπὸ τοῦ κάστρου βλέπειν τὰ εἰσερχόμενα καρβάνια εἰς τὸ κάστρον Θεοδοσιουπόλεως· δύνανται δὲ εἰσέρχεσθαι καρβάνια ἐν Θεοδοσιουπόλει τῇ νυκτί, ἐκείνων μηδὲν νοούντων." Ἀλλ' οὖν διὰ τὸ μὴ θέλειν τοὺς Ἴβηρας πορθηθῆναι τὴν Θεοδοσιούπολιν, ἀλλὰ μᾶλλον σιταρ χεῖσθαι, τούτου ἕνεκα οὐχ ὑπήκουσαν, καὶ δέδωκαν τὸ κάστρον τὸ Κετζέον, καίτοι καὶ ὅρκον ἔγγραφον δεχόμενοι τοῦμετὰ τὸ παραληφθῆναι τὴν Θεοδοσιούπολινἀποστραφῆναι αὐτοῖς τὸ τοιοῦτον κάστρον. Ὅτι οὐδέποτε ἠβουλήθησαν οἱ Ἴβηρες πραιδεῦσαι ἢ αἰχμαλωτίσαι τὰ πέριξ τοῦ κάστρου Θεοδοσιουπόλεως ἢ τὰ χωρία αὐτοῦ ἢ εἰς τὸ κάστρον τοῦ Ἀβνικίου ἢ τὰ περὶ αὐτὸ χωρία ἢ εἰς τὸ κάστρον Μανζικίερτ καὶ εἰς τὴν αὐτοῦ ἐπικράτειαν. Ὅτι καθὼς ἐνίσταται ὁ κουροπαλάτης περὶ τῶν χωρίων τῆς Φασιανῆς, ἐπιζητῶν ὅλην τὴν Φασιανὴν καὶ τὸ κάστρον τοῦ Ἀβνίκου, προφασιζόμενος χρυσοβούλλια ἔχειν τοῦ μακαρίου βασιλέως, τοῦ κυροῦ Ῥωμανοῦ καὶ τῆς ἡμετέρας βασιλείας, ὧν καὶ τὰ ἶσα πρὸς ἡμᾶς ἀπέστειλεν διὰ τοῦ Ζουρβανέλη πρωτοσπαθαρίου, τοῦ ἀζάτου αὐτοῦ, ταῦτα ἐπισκεψάμενοι εὕρομεν αὐτὸν μηδεμίαν βοήθειαν ἔχοντα. Τὸ μὲν γὰρ χρυσοβούλλιον τοῦ πενθεροῦ ἡμῶν περιέχει ὑποσχέσθαι τὸν αὐτὸν κουροπαλάτην, ὡς δι' ὅρκου ἐβεβαίωσεν αὐτὸν οἰκείᾳ χειρὶ ἐγγραψάμενος, τοῦ διαμεῖναι ἐν τῇ πίστει τῆς ἡμετέρας βασιλείας καὶ τοῖς μὲν ἐχθροῖς ἡμῶν ἀντιμάχεσθαι, τοὺς δὲ φίλους ὑπερασπίζεσθαι καὶ τὴν ἀνατολὴν ὑπόσπονδον ποιῆσαι τῇ βασιλείᾳ ἡμῶν καὶ κάστρα χειρώσασθαι καὶ μεγάλα πρὸς θεραπείαν ἡμῶν ἔργα ποιήσασθαι, καὶ ὑπεσχέθη αὐτῷ παρὰ τοῦ πενθεροῦ ἡμῶν, ἵνα, ἐὰν φυλάξῃ τὴν τοιαύτην πιστὴν δούλωσιν καὶ εὐγνωμοσύνην, διαμείνῃ ἀμετασάλευτος καὶ αὐτὸς καὶ οἱ τοῦ γένους αὐτοῦ ἐν τῇ τούτου ἀρχῇ καὶ ἐξουσίᾳ· καὶ οὐ μεταστήσει τὰ ὅρια τῶν τόπων αὐτοῦ, ἀλλὰ κατὰ τῶν πρώην βασιλέων τὰ σύμφωνα στέρξει, καὶ οὐχὶ περαιτέρω ὑπερβήσεται, καὶ ὅτι οὐδὲ κωλύσει αὐτὸν καταστρέψαι τὴν Θεοδοσιούπολιν καὶ τὰ λοιπὰ κάστρα τῶν ἐχθρῶν, κἄν τε δι' αὐτοῦ μόνου πολιορκηθήσονται, κἄν τε δι' αὐτοῦ τοῦ στρατοπέδου ἡμῶν. Ταῦτα μὲν τὰ κεφάλαια περιέχουσιν τὰ χρυσοβούλλια, ἐξ ὧν οὐδεμίαν βοήθειαν ὁ κουροπαλάτης ἔχει· τὸ μὲν γὰρ τοῦ πενθεροῦ ἡμῶν διαγορεύει, ὅτι οὐ παρασαλεύσομεν αὐτὸν ἐκ τῶν παλαιῶν ὁρίων τῆς χώρας αὐτοῦ, καὶ ὅτι, ἐὰν δυνηθῇ εἴτε καὶ μόνος, εἴτε καὶ μετὰ τοῦ στρατοπέδου ἡμῶν, πολιορκήσει καὶ καταστρέψει τὴν Θεοδοσιούπολιν καὶ τὰ λοιπὰ κάστρα τῶν ἐχθρῶν, οὐχὶ δὲ κατασχεῖν αὐτὰ εἰς τελείαν δεσποτείαν καὶ κυριότητα· τὸ δὲ τῆς βασιλείας ἡμῶν περιέχει, ἵνα, ὅσους ἂν τόπους δυνηθῇ καὶ αὐτὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ, ὁ μάγιστρος Ἀδρανασέ, ἐξ οἰκείας δυνάμεως καθυποτάξαι τῶν Ἀγαρηνῶν, ἢ ἀπὸ τοῦ νῦν καθυποτάξει, κατέχει ἐπὶ δεσποτείᾳ καὶ κυριότητι. Καὶ ἐπεὶ οὔτε ἐξ οἰκείας δυνάμεως τὴν Θεοδοσιούπολιν κατεστρέψατο, οὔτε τὸ Ἀβνίκιον, οὔτε τὸ Μαστάτον, οὐκ ὀφείλει ταῦτα κατέχειν, ὡς ὄντα ἔνθεν τοῦ Ἔραξ ποταμοῦ, ἤτοι τοῦ Φάσιδος, διότι τὸ μὲν κάστρον τοῦ Ἀβνίκου μέχρι τοῦ νῦν ἦν αὐτεξούσιον καὶ αὐτοδέσποτον, ἔχον ἴδιον ἀμηρᾶν, καὶ πολλάκις ὁ λαὸς τῆς βασιλείας ἡμῶν ἐπραίδευσεν αὐτό, ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Ἰωάννης καὶ στρατηγὸς ὁ Ἀρραβωνίτης καὶ ὁ πατρίκιος Θεόφιλος καὶ ἀρτίως στρατηγὸς Θεοδοσιουπόλεως, καὶ οἱ λοιποὶ στρατηγοὶ μεγάλην πραῖδαν καὶ αἰχμαλωσίαν εἰς αὐτὸ ἠργάσαντο, κατακαύσαντες τὰ χωρία αὐτοῦ, μηδέποτε τοῦ κουροπαλάτου πραιδεύσαντος αὐτό. Καὶ ἡνίκα ἠφανίσθησαν τὰ τούτου χωρία παρὰ τῆς βασιλείας ἡμῶν, ὑπεισῆλθον οἱ Ἴβηρες, καὶ κατεκράτησαν αὐτά, πειρώμενοι ἐκ τούτου τὸ κάστρον κρατῆσαι. Ὁ δὲ