47
Eἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώσεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ, καὶ ἀποδείξας αὐτὸν συκοφάντην, βάσκανον, φονέα, ταράσ σοντα ὡς κακὸν ἀντιλογίαις, ἄστατον ἐν τοῖς λόγοις, ἑαυτοῦ ἐναντίον ἐφ' οἷς φθέγγεται καὶ ἁλισκόμενον ·ήμασιν ἰδίου στόματος. Παγὶς γὰρ αὐτῷ ἰσχυρὰ ἐφέστηκεν τὰ ἴδια χείλη. Ὃν μετὰ τοὺς ἐλέγχους τῆς ψευδολογίας κρινεῖς ἀποτόμως καὶ τῇ μαχαίρᾳ τοῦ πυρὸς παραδώσεις, καὶ ποιήσεις αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον. Ὅσον γὰρ τὸ ἐπ' αὐτῷ ἐφόνευσεν τὸν ἀδελφόν, προλαβὼν τὰ ὦτα τοῦ κριτοῦ· γέγραπται δέ, ὅτι «Ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται», καί· «Ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἀπὸ σοῦ, τὸ ἐκχυθὲν μάτην.» Ποιήσεις οὖν αὐτὸν ἀποσυνάγωγον ὡς φονέα ἀδελφοῦ. Ἔπειτα χρόνου διαστάντος, ἐὰν λέγῃ μετανοεῖν, στιβώσατε αὐτὸν νηστείαις, καὶ μετὰ ταῦτα χειροθετήσαντες προσδέξασθε αὐτὸν, ἀσφαλισάμενοι μέντοι αὐτόν, μή τινα ταράξῃ πάλιν. Eἰ δὲ πάλιν εἰσελθὼν ὁμοίως στασιάζει, οὐ παυόμενος τοῦ ταράσσειν καὶ κατακερτομεῖν τῶν ἀδελφῶν, ἐκ φιλονεικίας μώμους ἐπιτηδεύων, ἐκβάλετε αὐτὸν ὡς λοιμόν, ἵνα μὴ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λυμαίνηται· «Ὁ τοιοῦτος γὰρ ταραχὰς συνίστησι πόλει.» Oὗτος γὰρ κἂν ἔσω ᾖ, μὴ πρέπων τῇ Ἐκκλησίᾳ, περισσὸς καὶ μάταιος τυγχάνει, σπιλῶν ὅσον τὸ ἐπ' αὐτῷ τὸ σῶμα τοῦ Χριστοῦ. Eἰ γάρ τινες τῶν ἀνθρώπων, γεννώμενοι καὶ περισσὰ τῶν σωμάτων μέλη προσηρτημένα ἔχοντες, οἷον δακτύλους ἢ ὑπερσαρκώματα, περικόπτουσιν ἀφ' ἑαυτῶν ταῦτα διὰ τὴν ἀπρέπειαν, καὶ οὐδεμία προσγίνεται ἀπρέπεια, ἀπο λαβόντος τοῦ ἀνθρώπου διὰ τοῦ τεχνίτου τὴν φυσικὴν εὐκοσμίαν, πόσῳ μᾶλλον ὑμεῖς, οἱ ποιμένες, τῆς Ἐκκλησίας ὑπαρχούσης σώματος ἀρτίου καὶ μελῶν ὑγιεινῶν τῶν ἐπὶ Θεὸν πιστευόντων ἐν φόβῳ Κυρίου καὶ ἀγάπῃ, ὅταν εὑρεθῇ ἓν μέλος περισσόν, πονηρὰ φρονοῦν καὶ τῷ λοιπῷ σώματι ἀπρέπειαν ἐμποιοῦν καὶ χειμάζον αὐτὸ στάσει καὶ μάχῃ καὶ καταλαλιᾷ, παρέχον αὐτῷ ψόγους, πράγματα, μώμους, καταλαλιάς, ἐγκλήματα, ἀκαταστασίας, καὶ τὰ τοιαῦτα τοῦ διαβόλου ἐνεργήματα ἐκτελῶν ὡς ἂν κεχειροτονημένος ὑπὸ τοῦ διαβόλου σκυβαλίζειν τὴν Ἐκκλησίαν διὰ βλασφημιῶν καὶ πολλῆς ἀκαταστασίας καὶ ἔριδος καὶ διχοστασίας; Oὗτος οὖν, δεύτερον ἔξω τῆς Ἐκκλησίας βληθείς, ἀξίως ἀπετμήθη τῆς τοῦ Κυρίου συναγωγῆς· καὶ μᾶλλον νῦν κεκόσμηται ἡ τοῦ Κυρίου Ἐκκλησία ἢ τὸ πρῶτον, ὅτε τὸ περιττὸν ἐκέκτητο καὶ ἑαυτῆς ἀνοίκειον μέλος· διὸ ἀπὸ