κατὰ παράδοσιν. 9Φθεῖσαι9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φθείρω τὸ διὰ τῆς ει διφθόγγου γέγονεν· γράφεται δὲ καὶ διὰ τοῦ ι ἐκ τοῦ φθίω τοῦ διὰ τοῦ ι. 9Φαείνω9: Ὁμοίως τοῦ ἀλεείνω, δίφθογγος. 9Φείδομαι9: ει δίφθογγος· παρὰ γὰρ τὸ φεύγειν τὸ δοῦναι γέγονεν φεύδομαι, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι φείδομαι· τὸ δὲ φιδως τὸ ῥηματικὸν ὃ σημαίνει τὸ φειδωλὸς, ἐπεκράτησεν διὰ τοῦ ι γράφεσθαι. 9Φειδωλόσ9: ∆ιὰ διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ἁμαρτῶ γέγονεν ἁμαρτωλὸς, οὕτως καὶ παρὰ τὸ φείδω γέγονεν φειδωλός· οἱονεὶ, ὁ φεύγων τοῦ δοῦναι, φευδωλὸς γάρ. 9Φείδυλοσ9: Παρὰ τὸ φείδομαι, ει δίφθογγος. 9Φείδων9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ γὰρ παρὰ τὸ λάμπω γέγονεν Λάμπων, οὕτως καὶ φείδω, Φείδων. 9Φαεινός· Φωτεινόσ9: ει δίφθογγος, ὡς ὀξύτονα· καὶ ἄλ λως, ἐπειδὴ οἱ Αἰολεῖς φαεννὸς καὶ φωτεννὸς λέγουσιν. 9Φερεζαῖος· Φθεῖρ9: ει δίφθογγος τὸ ἐπὶ τῆς σωματικῆς φθορᾶς· ἰστέον δὲ ὅτι εἰς ειρ μονοσύλλαβα διὰ τῆς ει διφθόγ γου γραφόμενα τρία εἰσίν· τὸ φθεὶρ τὸ ἐπὶ τῆς φθορᾶς τοῦ 274 σώματος· καὶ τὸ Εἲρ, ὄνομα δὲ τοῦ ποταμοῦ· καὶ τὸ χείρ· καὶ τὸ μὲν φθεὶρ ἀπὸ τοῦ φθείρω· τὸ δὲ Εἲρ ἀπὸ τοῦ εἴρω τοῦ συμπλέκω· τὸ δὲ χεὶρ, ἐπεὶ οἱ Αἰολεῖς ἢρ φασὶν τρέποντες τὴν ει εἰς τὸ η· ἔστιν δὲ καὶ τὸ Σαπείρ. 9Φθίρον9: Ἰστέον ὅτι τὸ Φθίρον ὄρος ἀκριτόφυλλον, ὁ Τεχνικὸς διὰ τοῦ ι γράφει, λέγων παρὰ τὸ Φθὴρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. 9Φοιτῶ· Φωλέα9. 9Φόροσ9: Τὸ τέλεσμα, καὶ φόρος ὁ τόπος. 9Φείδιπποσ9: ει δίφθογγος, παρὰ τὸ φείδω· ἐξ οὗ τὸ φεί δομαι. 9Φρείατα9: Ἀπὸ τοῦ φρέατα, κατὰ πλεονασμὸν τοῦ ι φρεί ατα. 9Φιλομείδησ9: Ἢ παρὰ τὸ μέδειν τὸ βασιλεύειν κατὰ πλε ονασμὸν τοῦ ι· ἢ παρὰ τὸ μειδιῶ, τὸ σημαῖνον τὸ γελᾶν, γέγονεν φιλομείδης. 9Φθεία9: Ἰστέον ὅτι διὰ τῆς ει διφθόγγου γράφεται· ἔστιν δὲ ὄνομα πόλεως· εὕρητο γὰρ καὶ χωρὶς τοῦ ι· Φθείας παρὰ τείχεσιν. 9Φωνήεισ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ φωνήεντος γενικῇ. 9Φιγαλεόσ9: Ὁ ἀπὸ τῆς φυγῆς ἢ τοῦ δήμου· Φιγάλεια γὰρ δῆμος Ἀρκαδίας. 9Φθηρά9: Πόλις μεταξὺ Λακωνικῆς καὶ Πύλου τῆς Μεση νίας οὖσα, ἀπὸ τοῦ φθέρω. 9Φορβειά9: ει δίφθογγος, ὡς παρειά· ὀχειά· ταῦτα κατ' οὐ σίας· τὸ δὲ ἀρειὰ κατὰ πράγματος, καὶ αὐτὸ δὲ διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἡ δωρειά. 9Φλωρέντως· Φλῶρος· Φιλία9: Παρὰ τὸ φίλος. 9Φοινίκεια9: Τὸ κει δίφθογγος τὰ γράμματα ἢ παρατέλευ τον ἢ τοῖς ἀπὸ τῶν Φοινίκων ὡς Καδμοῦ δικομίσαντος τὰ εἰς τὴν Ἕλλαδα. 275 9Φωνοείκεια9: Οἱονεὶ φωνεικῶνες. 9Φιάλη9: ∆ιὰ τοῦ ι· πὶν γὰρ σιάλη ὡς νείφω, νεφέλη· ἀφ' ἧς ἐστιν εἰπεῖν **αλες τουτέστιν ἀθροῦν διὰ τὸ ἐξηπλῶ σθαι. 9Φίτροσ9: ∆ιὰ τοῦ ι· οἱονεὶ, φύτρος· ἀπὸ τοῦ φυτοῦ. 9Γλόγιοσ9: ∆ιὰ τοῦ ι· χαρακτὴρ γάρ ἐστι τριβραχέων ὀνο μάτων, ἃ καὶ θέλει ὡς ἐπίπαν, κύρια μὲν ὄντα, παροξύνεσθαι, ἐπί θετα δὲ, προπαροξύνεσθαι. 9Φθίνω9: ∆ιὰ τοῦ ι ἡ παράδοσις. 9Φιλόλογοσ9: ∆ιὰ τοῦ ι· καὶ ὅσα ὅμοια. 9Φλυκτίσ9: ι. 9Φθίω9: ∆ιὰ τοῦ ι· παρὰ τὸ ἔφθιος· Φθείω διὰ διφθόγγου· ἀφ' οὗ τὸ φθείσω, ὅθεν καὶ φθόη.
9Χῖοσ9: Σημαίνει δὲ τὸν πολίτην τῆς Χίου· διὰ τοῦ ι γρά φεται· ὥσπερ γὰρ
ἀπὸ τοῦ Λέσβος, Λέσβιος, διὰ τοῦ ι, καὶ ἀπὸ τοῦ Σάμος, Σάμιος, οὕτως καὶ ἀπὸ τοῦ Χίος, Χίϊος, καὶ κατὰ κρᾶσιν τῶν δύο ω εἰς ἓν μακρὸν Χῖος· ὥσπερ δίιος, δῖος· Θέτιι, Θέτι. 9Χίλιοι9: ∆ιὰ τοῦ ι· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου· ἐπειδὴ οἱ Αἰολεῖς χέλλιοι λέγουσιν· τοῦτο δὲ ἔθος ἔχουσι ποιεῖν ἐπὶ τῶν γραφομένων διὰ τῆς ει διφθόγγου· οἷον, φθείρω, φθέῤῥω· εἰ δέ τις εἴποι ὅτι καὶ τὸ ι εἰς πέντε τρέπεται· οἷον, Πρίαμος, Πέῤῥαμος· τρίτος, τέρτος· οὕτως οὖν καὶ τὸ χίλιοι διὰ τοῦ ι γραφόμενον χέλλιος γέγονεν παρ' αὐτὸ, κατὰ τροπὴν τοῦ ι εἰς υ· λέγομεν ὅτι οἱ Αἰολεῖς τὸ ι τὸ συνεσταλμένον πεφύ κασι τρέπειν εἰς τὸ ε· οἷον Πρίαμος, Πέῤῥαμος· τρίτος, τέρ τος· κόπρια, κόπεῤῥα· τὸ δὲ χίλιος τὸ ι μακρὸν ἔχει πῶς ἔτρε ψεν τὸ ι εἰς ε· τὸ δὲ χίλιοι διὰ τοῦ ι γράφεται διὰ τοιαύτην αἰτίαν· πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν