47
τῶν ἄλλων φρουρίων οὐκ ὀλίγων ὄντων, καὶ τῆς ἐν αὐτοῖς στρατιᾶς πολλῆς τε καὶ μαχιμωτάτης οὔσης ἡγεμὼν ἀποσταλεὶς, τοὺς μὲν δώροις καὶ ὑποσχέσεσι πείσας, ἔστι δ' οὓς καὶ βιασάμενος, τῷ πρεσβυτέρῳ προσεποίησε βασιλεῖ. ὃ δὴ οὐ φαύλας ἐνεποίησεν αὐτῷ ἐλπίδας τοῦ περιγενήσεσθαι ἐν τῷ πολέμῳ. ἐν ᾧδε ὁ νέος βασιλεὺς ἐν τῷ ∆ιδυμοτείχῳ 1.136 διῆγε, τοῦ αὐτοῦ χειμῶνος ὁ Συργιάννης ἐξ Ἡρακλείας εἰς Βυζάντιον ἐλθὼν, καὶ τὴν στρατιὰν πᾶσαν παραλαβὼν, εἰς τὰς ἐπὶ Θρᾴκης ὑπηκόους τῷ νέῳ βασιλεῖ πόλεις ἐξῆλθε. καὶ πρῶτον μὲν εἰς Ἄπρω καὶ τὴν Γαρέλλαν, μὴ ἀποστῶσι δεδοικὼς πρὸς βασιλέα τὸν νέον, φρουρὰν ἀπέστειλε πεζὴν ἅμα καὶ ἱππικὴν, ὡς ἂν ἀντέχοιεν πρὸς τὰς ἐκ ∆ιδυμοτείχου ἐφόδους. ἔπειτα εἰς Ῥαιδεστὸν ἐλθὼν, κατέσχεν αὐτὴν πείσας τοὺς φρουρούς· ἦν γὰρ περὶ τὰ τοιαῦτα δεινός. ἐκεῖθεν δὲ Βιζύην καταδραμὼν καὶ ληϊσάμενος τὰ περὶ αὐτὴν, ἦλθεν εἰς Σεργέντζιον, καὶ κατέσχε καὶ αὐτὸ προσχωρῆσαν. εἶτα εἰς Βυζάντιον ἐλθὼν καὶ διατρίψας ἡμέρας τινὰς, ἐξελθὼν αὖθις ἅμα τῇ στρατιᾷ, ἀπῆλθεν εἰς Σηλυβρίαν. μὴ προσδεξαμένων δὲ τῶν Σηλυβριανῶν, φρούριόν τι Σηλυβρίας ἐγγὺς, Σάκκους ὀνομαζόμενον, τῶν κατοικούντων γεωργῶν παραδόντων, κατέσχε· στρατιὰν δὲ ἐκεῖσε καταλιπὼν ὥστε τὰ Σηλυβριανῶν ἐπεκδρομαῖς κακοῦν, εἰς Βυζάντιον ἐπανῆλθεν. ἐκάκωσε δὲ Σηλυβριανοὺς ὁ ἐκ τῶν Σάκκων πόλεμος ἐς τὰ μάλιστα λαθραίαις τε καὶ φανεραῖς ἐφόδοις. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα πέμπτης ἰνδικτιῶνος. ἄρτι δ' ἔαρος ἀρχομένου, περὶ τὰς ἀρχὰς Μαρτίου μηνὸς, γράμματα παρὰ τοῦ νέου πέμπονται βασιλέως πρὸς τὰς ὑπ' αὐτὸν ἐπαρχίας, κελεύοντα τὴν στρατιὰν εἰς ∆ιδυμότειχον ἄχρι πεντεκαιδεκάτης αὐτοῦ παρεῖναι. καὶ πάντες ἐν ᾗ παρῆσαν ἐπετάχθησαν ἡμέρᾳ. κηʹ. Ἀπορῶν δὲ χρημάτων, οἷς ἂν θεραπεύσειε τὸ μισθο 1.137 φορικὸν ὁ βασιλεὺς· τὰ γὰρ δημόσια οὐκ ἐπράχθησαν, ἅμα μὲν διὰ τὴν ἐκ τοῦ πολέμου ταραχὴν, ἅμα δ' ὅτι καὶ οἱ γεωργοὶ, ἐξ ὧν μάλιστα οἱ φόροι πράττονται, τῶν ἰδίων ἀνέστησαν κωμῶν, τῶν τε παρὰ τοῦ πρεσβυτέρου βασιλέως στρατιωτῶν ληϊζομένων, καὶ τῶν παρὰ τοῦ νέου πρὸς φυλακὴν ἐκπεμπομένων ἀγόντων τὰ αὐτῶν καὶ φερόντων πλεονεξίᾳ στρατιωτικῇ, καὶ οὐδὲν ἄμεινον διατιθέντων τῶν πολεμίων, ἠνιᾶτο καὶ κατετρίβετο φροντίσιν, ὅθεν ἂν εὐπορήσειε χρημάτων σκοπῶν. ὁρῶν δὲ αὐτὸν ὁ μέγας δομέστικος σύννουν, τὴν δὲ αἰτίαν ἀγνοῶν, ἤρετο ἀνθ' ὅτου φροντίζοι. τοῦ δὲ τὴν ἀπορίαν τῶν χρημάτων εἰπόντος διὰ τὸ μὴ τὰ δημόσια εἰσπεπρᾶχθαι, καὶ τὴν εἰς τὴν στρατιὰν ἀπαραίτητον τῶν ἀναλωμάτων χρείαν· «ἀλλ' ἔγωγε» ὁ μέγας δομέστικος εἶπε» τὴν τοιαύτην ἀπορίαν τῶν χρημάτων σαφῶς εἰδὼς, ἅμα τῷ σὲ τὰ γράμματα ἐκπεπομφέναι ἀθροίζεσθαι κελεύοντα τὴν στρατιὰν, καὶ χρήματα ἐκ τῶν ἰδίων συνεπορισάμην ἀρκέσοντα πρὸς τὴν χρείαν. καὶ οὐδέν ἐστιν ἐνδέον ἔτι, ἢ τῶν στρατιωτῶν ἕκαστον τὸν ἀποτεταγμένον ἀριθμὸν τῆς μισθοφορᾶς ἐρχόμενον λαμβάνειν. ὃ δὴ καὶ γενήσεται εἰς δευτέραν ἢ καὶ τρίτην ἡμέραν, καὶ τούτου γε ἕνεκα φρόντιζε μηδέν.» ὁ βασιλεὺς δὲ «τῆς μὲν εἰς ἐμέ σου» εἴρηκεν «ἀγάπης ἕνεκα οὐδὲν χρὴ λέγειν, ὅσα τις ἂν εἴποι πάντων ἐλαττόνων ἐσομένων. δυσχεραίνω δ' οὐ μετρίως καὶ πρὸς τοῦτο, ὅσα τε τῶν ἰδίων ἐξ ὅτου πρὸς Ἀδριανούπολιν ἤλθομεν, εἰς τὰς κοινὰς χρείας ἐξαναλώσας σκοπῶν, καὶ ἃ νῦν 1.138 ἐξαναλώσεις οὐκ ὀλίγας ἐσόμενα χρυσίου μυριάδας, ὡς καὶ αὐτὸς οἶδα σαφῶς. διὸ καὶ τῆς ἀπορίας οὐχ ἧσσον τῶν χρημάτων τὸ ἐν τοσούτοις σε χρήμασι ζημιοῦσθαι καθικνεῖταί μου τῆς ψυχῆς.» παροῦσα δὲ αὐτοῖς διαλεγομένοις καὶ ἡ τοῦ μεγάλου δομεστίκου μήτηρ ἡ Παλαιολογίνα Θεοδώρα· «ἀλλ' ἔγωγε» εἶπεν «οὐ ζημίαν ἥγημαι τὸ ἀναλίσκειν ἐν τοῖς τοιούτοις, ἀλλὰ πάντων κερδῶν λυσιτελέστατόν τε ἅμα καὶ σωφρονέστατον. εἰ γὰρ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος, ἄν θ' ὑπὲρ τῶν ἰδίων τις ἁμαρτημάτων, ἄν θ' ὑπὲρ τοῦ ζῇν ἀναλώσῃ, οὐ ζημίαν τὴν δαπάνην, ἀλλὰ κέρδος ἡγεῖσθαι χρή· ἄλλως τε καὶ τῶν ἱερῶν διδασκόντων λογίων, ὡς, ὅπου ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν,