47
ἠδύνατο. ̓Αδωνίας δὲ τέταρτος ων ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακότα, τῆς βασιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ ̓Ιωὰβ τοῦ ἀρχιστρατήγου καὶ ̓Αβιάθαρ τοῦ ἀρχιερέως. καί ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελφοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς ̓Ιούδα φυλῆς καὶ ̓Αβιάθαρ καὶ ̓Ιωάβ· Σολομῶντα δὲ καὶ τὸν 1.118 προφήτην Νάθαν καὶ Βαναίαν τὸν αρχοντα τῶν σωματοφυλάκων οὐ κέκληκεν. ειπεν ουν πρὸς Βηρσαβεὲ Νάθαν "ἀκήκοας οτι ἐβασίλευσεν ̓Αδωνίας;" ἡ δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσα "σὺ ωμοσας" ειπε, "κύριέ μου βασιλεῦ, ὡς Σολομὼν ὁ υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν ̓Αδωνίας, σὺ δὲ ἠγνόηκας." ετι ταῦτα λεγούσης Βηρσαβεὲ καὶ ὁ προφήτης Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώμην αὐτοῦ βεβασίλευκεν ̓Αδωνίας. ὁ δὲ τὸν θεὸν ωμοσεν ὡς "σήμερον βασιλεὺς εσται ὁ Σολομών." καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολομῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόντας εξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιὼν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγορεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ ἡ τοῦ Σολομῶντος ἀνάρρησις. ὡς δ' ἐγνώσθη καὶ τῷ ̓Αδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν αλλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, ̓Αδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτηρίας ῃτει παρὰ τοῦ Σολομῶντος. ὁ δὲ τῆς μὲν τότε ἁμαρτίας ἀφῆκεν αὐτόν, "εἰ δ' εἰσαῦθις" εφη "κακόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται." ̔Ορῶν δὲ ∆αβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσκαλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυλάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους αὐτοῦ πολιτεύεσθαι, "ινα τὸ σπέρμα ἡμῶν" φησι, "καθὼς ἐπηγγείλατό μοι ὁ κύριος, εως τοῦ αἰῶνος ειη ἐπὶ τοῦ θρόνου μου." καὶ προστίθησι μὴ ἐᾶσαι 1.119 τὸν ̓Ιωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν ̓Αβεννὴρ καὶ τὸν ̓Αμεσίαν· μηδὲ μέντοι τὸν Σεμεεί, ος αὐτῷ κατηράσατο φεύγοντι. καὶ αλλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομῆσαι κυρίῳ, καὶ τὴν διαγραφὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ εργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς αρχοντας καὶ τὴν φυλὴν Λευί, πολλὰ φήσας καταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, σμάραγδόν τε καὶ αλλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ υλην ἑτέραν αφθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς ηδη συνειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ αδυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια τάλαντα. καὶ ει τινι δὲ λίθος ην τῶν τιμίων, ἐκόμισεν εκαστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετ' ὀλίγον δὲ ἐτελεύτησεν ὁ ∆αβίδ, βιώσας ἐνιαυτοὺς ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ετη ἑπτά, ἐν ̔Ιερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. εθαψε δὲ αὐτὸν ὁ παῖς Σολομὼν ἐν ̔Ιεροσολύμοις βασιλικῶς, καὶ πλοῦτον αφθονον αὐτῷ συνεκήδευσεν. Σολομὼν δὲ οτε τὴν βασιλείαν παρέλαβε νεώτατος ην, δωδέκατον ετος αγων τῆς ἡλικίας αὐτοῦ. ὁ μέντοι ̓Αδωνίας πορευθεὶς πρὸς Βηρσαβεὲ τὴν μητέρα τοῦ Σολομῶντος "οιδας" ειπε "τὴν βασιλείαν ἐμοὶ προσήκειν καὶ διὰ πρεσβυγένειαν καὶ διὰ τὴν αιρεσιν τοῦ λαοῦ, μετέβη δὲ πρὸς Σολομῶντα τὸν ἀδελφόν μου, καί μοι στερκτέον τὸ γεγονὸς ὡς γνώμῃ θεοῦ γεγονός. μίαν δ' αἰτῶ αιτησιν, δοθῆναί μοι 1.120 πρὸς γάμον τὴν τῷ πατρὶ συγκοιμωμένην κόρην τὴν ̓Αβισάκ, ἐπεὶ μηδ' εγνω ταύτην ὁ πατὴρ διὰ γῆρας, ἀλλ' ετι παρθένος ἐστίν." ἡ δὲ Βηρσαβεὲ κομίσειν τοὺς λόγους ὑπέσχετο τῷ υἱῷ καὶ καταπράξασθαι τὸν γάμον αὐτῷ σπουδαιότατα. καὶ πορευθεῖσα πρὸς τὸν υἱὸν δοῦναι τῷ ἀδελφῷ ̓Αδωνίᾳ τὴν ̓Αβισὰκ παρεκάλει. ὁ δὲ ὀργισθεὶς ἐπὶ τῷ λόγῳ θαυμάζειν ειπεν εἰ μὴ καὶ τῆς βασιλείας παραχωρῆσαι ̓Αδωνίᾳ ὡς πρεσβυτέρῳ αὐτὸν ἀξιοῖ. καὶ αὐτίκα τῷ ἐπὶ τῶν