47
̓Ανατάσεσιν. ἀναγωγαῖς, ἀναπλώσεσιν. ουτως ὁ τὰ θεῖα μέγας ∆ιονύσιος. ̓Ανατρητὰς ἐμβάδασ. τὰ διατετριμμένα καὶ κατακεκομμένα ὑποδήματα. ̓Ανατύπωσισ. ἡ διανόησις. ̓Αναίρεσισ. φόνευσις, καὶ ἡ ἀνάληψις. ὁ δὲ τὴν πανοπλίαν εῤῥιψεν εἰς ἀναίρεσιν τὸ βουλόμενον. ̓Ανάχυσισ. φυρμὸς, σύγχυσις, η καὶ εκλυσις. ̓Αναψυχή. παραμυθία. ̓Ανδανία. πόλις Μεσήνης. τὸ ἐθνικὸν Ἀνδανιεύς. ̓Ανδρεία. ἡ τῶν ἀνδρῶν ἡλικία. ουτως ̓Αντιφῶν. ̓Ανδρία. οὐχ ἡ πολιτικὴ ἀρετὴ, ἀλλ' ἡ μείζων ταύτης, τῷ αὐτῷ ὀνόματι χρωμένη, περιγενομένη τοῦ θυμοῦ τῆς ψυχῆς. ἀνδρεία δὲ ψυχὴ, δίφθογγον, ἀπὸ τοῦ ἀνδρεῖος. Ανδροσ. νῆσος μία τῶν Κυκλάδων. ἀπὸ Ανδρου τοῦ Εὐρυμάχου. alpha.184 ̓Αναλογία. ἡ τῶν λεγομένων ὁμοιότης. οιον· ὡς τόδε πρὸς τόδε, ουτως καὶ τόδε πρὸς τόδε. ὡς ἀπὸ λόγων νόημα πρὸς τὴν ἁπλῆν φωνὴν, ουτω καὶ σύντομον νόημα πρὸς σύνθετον φωνήν. η ὁμοίωσις ἑτέρου πρὸς ετερον κατά τι. οιον· ὡς εχει ἐπὶ ποιμένος προβάτων καὶ ἐπισκόπου, ὡς ἐπὶ ποδῶν κραββάτου καὶ ἐπὶ ποδῶν ἀνθρώπου. ἀμφότερα γὰρ ολον τὸ σῶμα βαστάζουσι. γίνεται δὲ παρὰ τὸ λόγος λογία, ἀλογία καὶ ἀναλογία. αἱ γὰρ δύο στερήσεις ὁμοῦ ουσαι κατάθεσιν ποιοῦσιν· ὡς πυστὰ, απυστα καὶ ἀνάπυστα, τὰ περιβόητα· καὶ απηρον καὶ ἀνάπηρον, τὸ πεπηρωμένον. ̓Ανδραγαθία. τρόπαιον. ̓Ανδροκτασία. ἀνδροφονία. ἐκ τοῦ κτῶ, τὸ φονεύω, παράγωγον κτῆμι, κτήσω, εκτηκα, εκτημαι, κτάσις, κτασία, καὶ μετὰ τῆς ἀνδρὸς γενικῆς, ἀνδροκτασία. ̓Ανδενάκην. ἐνταῦθα τὸ ˉαˉν ἀντὶ τοῦ ἀνὰ κεῖται. κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης· σημαίνει δὲ τὸ δέρμα. ̓Ανδροτῆτα. ἀνδρείαν. ἀπὸ τῆς τοῦ ἀνδρὸς γενικῆς. ̓Ανειλήθυιαν. ατοκον. ̓Ανεμώνη. τὸ ανθος. διὰ τὸ τὸ φύλλον ἀνευδιάσειστον ειναι παντὶ ἀνέμῳ. ̓Ανθηδών. ἡ μέλισσα, παρὰ τὸ τὰ ανθη εδειν. ̓Ανθήνη. πόλις Λακωνική. ὁ πολίτης ̓Ανθηνεύς. ̓Ανθήλιοσ. ἡ σελήνη, καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου φωταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα, η ἀντάλλαγμα· ὡς Θεόπομπος. σημαίalpha.185 νει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, α καὶ ἀνθήλια καλεῖται. Ανθη. ἡ ανθησις. ̓Ανθιππασία. ὁ ἱππικὸς ἀγών. ̓Ανθρακία. οἱ πεπυρακτωμένοι ανθρακες. Ομηρος· ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσεν. ̓Ανθυποφορά. ἡ ἀνταπόκρισις. ̓Ανίσχαδον. τὴν ατοκον καὶ ἀθήλαστον. ̓Αντανάκλασισ. ἡ ἀπό τινος ἐπί τι κίνησις, καὶ ἐξ ἐκείνου πάλιν ἐξ ου προῆλθεν ἡ ὑποστροφὴ, ὡς ἐπὶ τῆς σφαίρας. ̓Αντάρεια. ἡ ἐξ ἐναντίας αρσις. ̓Αντιάνειρα. ἡ ἐναντιουμένη τοῖς ἀνδράσι τῇ οἰκείᾳ δυνάμει. τὸ γὰρ ἀντὶ τὸ ισον καὶ τὸ ἐναντίον σημαίνει. ̓Αντίληψισ. ἡ βοήθεια, καὶ ἡ ἐπίληψις. παρὰ Πλάτωνι. ̓Αντισήκωσισ. ἡ ἀνταπόδοσις, διόρθωσις, ἰατρεία. Αντισα. μία πόλις τῶν ἐν Λέσβῳ. ̓Αντωμοσία. γραφὴ κατά τινος ενορκος, περὶ ων ἠδικεῖσθαι φασίν. διωμοσία δὲ, ὁ ἑκατέρωθεν γινόμενος ορκος ὑπὸ τῶν διαδικαζομένων, τοῦ μὲν, ὡς πράξαντα διώκειν, τοῦ δὲ, ὡς οὐκ επραξεν. ἐξωμοσία δὲ, αρνησις σὺν ορκῳ. ὑπωμοσία δὲ, οταν τις σκήπτηται κάμνειν η τι τοιοῦτον. ̓Αντωνυμία. λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη. παραλαμβάνεται δὲ ἀντὶ κυρίου καὶ ἀντὶ alpha.186 προσηγορικοῦ. ἀντὶ κυρίου, ὡς τὸ εἰπεῖν, Νικηφόρος λέγω ἐγώ. ἀντὶ προσηγορικοῦ, ὡς τὸ εἰπεῖν, ανθρωπος λέγω ἐγώ. ̓Αντίφασισ. ἀντικειμένων κατάθεσις καὶ ἀπόφασις. η μάχη καταφάσεως· μέσον λαμβανομένη τῆς καταφάσεως καὶ ἀποφάσεως, μίαν ἀληθῆ ποιεῖ, τὴν δὲ αλλην ψευδῆ. Αντυξ. ἡ ἀνωτάτη περικεφαλαία τοῦ ῥαματίου δίφρου. λέγεται καὶ ἡ ἐσχάτη περιφέρεια τῆς ἀσπίδος, παρὰ τὸ ανω τετύχθαι η κατασκευάζεσθαι. ἡ δὲ εἰς τὰ κάτω τετυγμένη λέγεται καταῖτυξ. ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω, τεύξω, τεὺξ καὶ τὺξ, καὶ ἐν συνηθείᾳ αντυξ καὶ καταῖτυξ. -εἰδέναι δὲ δεῖ, οτι τὰ μετὰ προθέσεως συντιθέμενα ῥήματα, εἰ ἀλλοιοῦνται τῷ σημαινομένῳ, εσωθεν κλίνεται, βάλλω, καταβάλλω, κατέβαλλον. εἰ δὲ τηροῖντο ἐν ταύτῃ, εξωθεν κλίνονται, μύω, καμμύω, ἐκάμμυον, ευδω, καθεύδω, ἐκάθευδον. τὸ δὲ ηθελον, ημελλον, ἀττικὰ, καὶ τὰ ομοια· φιλοῦσι γὰρ μακρὰν ποιεῖν τὴν ἀρχὴν τῶν παρῳχημένων. ̓Αντολή. ἡ ἀνατολή. ̓Αντιτυπία. ἀνένδοτος, ἀνύπεικτος ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὠμότητος.