τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας, ἐπεί εἰσιν ἀδύνατα, ὑπάρχει ἀνεύθυνος. Πῶς οὖν ὁ θεὸς τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολά σεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκ πλήρωσιν; Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἀπόστολος, Oὐ δι καιωθήσεται, λέγων, ἐξ ἔργων νόμου πᾶσα σάρξ. Ἀπόκρισις. Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον τοῦτο καὶ τινὶ ἀνθρώπῳ ὑπάρχει ἀδύνατον, οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι ὡς ἀετὸς τινὶ ἀνθρώπῳ ἀδύνατόν ἐστιν, ὅτι καὶ παντὶ ἀνθρώπῳ ἐστὶν ἀδύ νατον· καὶ ἀνάπαλιν τὸ τινὶ ἀνθρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. Ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυ νατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις. Λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ ὅτι Κατὰ τὴν δικαιοσύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλισσάβετ ὅτι Ἠσαν δί καιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι. Τί δέ ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη; Τὸ ἀγαπᾶν τὸν θεὸν μὲν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι. Τὸ οὖν Ἐξ ἔργων νόμου μὴ δικαιωθῆναι πᾶσαν σάρκα οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύνατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά. Τῇ γὰρ βουλήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ' ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πραχθεῖσιν ἢ μὴ πραχθεῖσι. Τοῦ δὲ ∆ιὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν ἄνθρωποι ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας ἐμπεσεῖν, τινὰς δὲ ἐκείνῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενὶ κατὰ τοὺς προει ρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρ τάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἡμάρτανον οἱ ἄνθρωποι. Ἐρώτησις ρδ. Eἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τοῖς ἡμαρτη κόσιν ὁ νόμος οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτοῖς ἐπάγει ἀπα ραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης ∆αυῒδ ἐργα σάμενος οὐ παρὰ τὸν νόμον συγγνώμης ἠξίωται; Καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διὰ τί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέ ζευκται; Eἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν χορηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισις. Eἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ἐνενηκοστῇ ἑβδόμῃ ἐρωτήσει