47
ποταμοῦ λαμβάνει. οὗτος δ' ἂν εἴη ὁ Νεῖλος, ὅστις ἐπὶ διαφόρων κλιμάτων εἰλούμενος γί νεται διὰ τόπων δασέων καὶ ἀνοδεύτων, ὧν τὰ ... ἐκεῖθεν εἰς ὁμαλὸν ἐκχεῖται καὶ πάλιν εἰς ποταμοῦ κοίτην συνάγεται, καὶ ναυσίπορος λοιπὸν ἐπὶ τὴν Μερόην διὰ τῶν ἀοικήτων τοῦ νότου μερῶν φέρεται καὶ ταύτην περιρρέων νῆσον ἀποτελεῖ· ἔστι γὰρ πᾶσα ὁμαλή. κἀκεῖθεν τὸ λοιπὸν ὁ πᾶς ἐγκλειόμενος ἐπὶ τὴν ἀνατολὴν ῥέπει καὶ ἐπὶ τὴν Αἴγυπτον, κἀκεῖθεν εἰς θάλασσαν σφοδροτέρου πνεύματος καταπνέοντος· ἐκ τῆς βίας γάρ, ὡς εἴρηται, τοῦ βορείου πνεύματος ἀνακλώμενος ὁ ποταμὸς καὶ μᾶλλον ἀνεκχεόμενος πᾶσαν καταλιμνάζει τὴν Αἴγυπτον. εὔρου δὲ ἐκ τῆς ἀνατολῆς τοῖς ἐτησίοις ἀντιπνέοντος ἢ νότου ἀπὸ μεσημβρίας ἐξωθοῦντος τὸν Νεῖλον, εἰκότως ὁ ποταμὸς ἐπὶ τὴν θάλασσαν-λωφήσαντος ἠρέμα τοῦ βορρᾶ- κατατρέχει. κἀκεῖνο δὲ τεκμήριόν ἐστι τοῦ μὴ ἀπὸ τήξεως χιόνων αὔξεσθαι αὐτόν, ὅτι οὐ ψυχρός ἐστιν, ἀλλὰ θερμός, καὶ διὰ τοῦτο ὑπονοστοῦντος τοῦ ὕδατος εὑρίσκεται ἐπὶ τῆς ἰλύος ζωά τινα ἐκ μέρους διαπεπλασμένα καὶ ἐκ μέρους κνώδαλα. πέφυκε δὲ τὰ τοιαῦτα θερμότητι καὶ ὑγρότητι ζωογονεῖσθαι, ὅπερ ἐπὶ τῶν ἄλλων ὑδάτων οὐκ ἔστιν· ἰχθύας γὰρ καὶ μόνους ἔχουσι. καὶ οἱ μὲν ἄλλοι στοχαζόμενοι λέγουσιν, ἐγὼ δέ-φησὶν ὁ Χρῆστος-γενόμενος ἐν τῷ ἀκροτηρίῳ τῆς Μαυρουσίας ἐν τῷ στομίῳ τοῦ Ὠκεανοῦ». 4.108 Ὅτι ὅπη ἂν πυρὸς νομὴ καίοιτο, σηραγγώδη ἀνάγκη τυγχάνειν τὴν ἐν βάθει γῆν, ἐξ ἧς αἰτίας τὰ θερμὰ ὕδατα. διὸ καὶ βλεννώδης ἡ φύσις τῶν τοιούτων ὑδάτων, ἐπεὶ καὶ θαλάττια· τῷ δὲ πυρὶ τὸ ἁλμυρὸν ἐπὶ τὸ σικχὸν μεταβάλλουσα ἀσφαλτώδης τε ἅμα καὶ στυπτηρίας καὶ θείου ἔμπλεως γίνεται. †οὐ καθαίρει μᾶλλον ὑποξηραίνουσα τῶν ἀτμῶν τῆς ἀσφάλτου τῇ πλείονι τῶν ὑδάτων ὑγρότητι βυθιζομένων. 4.109 Κέστιος ὁ ὑπατικὸς τῆς Ἱερουσαλὴμ ἡγούμενος νυκτὸς τὴν εἰκόνα τοῦ Νέρωνος ἀνέστησεν ἐν τῷ τῶν Ἑβραίων ἱερῷ, ὥστε κοινωνεῖν τῆς τιμῆς τῷ θεῷ τὸν Νέρωνα· οἱ δὲ ἀγανακτήσαντες αὐτόν τε Κέστιον καὶ πάντας Ῥωμαίους τοὺς ἐπὶ τῆς ἀνατολῆς εὑρεθέντας ἀνεῖλον καὶ φανερῶς τοῖς κρατοῦσιν ἀνεκήρυξαν τὸν πόλεμον. 4.110 Ἐρρουσάλους Ῥωμαῖοι τοὺς ἀλήτας καὶ πλανωμένους καλοῦσιν· οἱ δὲ ἰδιῶται ἐρρούλλους αὐτοὺς ἐξ ἀγνοίας λέγουσιν. 4.111 Αὔγουστος. Ἕπεται δὲ ἀπὸ μὲν τοῦ ἦρος ὁ ἕκτος, ἀπὸ δὲ τῆς λεγομένης Αὐξιφωτίας ἑορτῆς ὁ ὄγδοος. ὅτι δὲ ἕκτος ἀπὸ τοῦ Μαρτίου, ἐξ αὐτῆς ἐστι λαβεῖν τῆς ἀρ χαίας τοῦ μηνὸς τούτου προσηγορίας· Σεξτίλιος γὰρ μετὰ τὸν Κυντίλιον ὠνομάζετο· ὅθεν οἱ μετ' αὐτὸν ἄχρι τοῦ δεκάτου οὐ κυρίαν, ἀλλὰ τὴν ἐξ ἀριθμῶν ἕλκουσι προσηγορίαν. Αὔγουστος δὲ ὕστερον μετωνομάσθη, ὡς μέν τινές φασιν, ὑπὸ τοῦ Αὐγούστου Καίσαρος διὰ τὸ ἐν τῷ μηνὶ τούτῳ τοὺς ἐμφυλίους παῦσαι πολέμους, οὓς τότε πολλοὺς εἶχεν ἡ Ῥώμη, καὶ εἰς ὁμόνοιαν τοὺς Ῥωμαίους ἤδη καταστῆσαι· καὶ ἐπειδὴ ὄγδοός ἐστιν ἀπὸ Ἰανουαρίου, τούτῳ τῷ ὀγδόῳ τὸ ὄνομα τοῦ τῆς ὁμονοίας αὐτοῖς αἰτίου ἀνέθεντο. κατὰ γὰρ τοὺς Πυθαγορικοὺς ὁμολογία καὶ πειθὼ ἡ ὀκτὼ καλεῖται· πρῶτος γάρ ἐστι κύβος τὴν τοῦ παντὸς αἰσθητοῦ ἰδέαν περιέχων, κατά τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ καλῶς ὁμολογία καλοῖτ' ἄν· ἐν αὐτῷ γὰρ τὰ περιττὰ τοῖς ἀρτίοις ὡμολόγησαν. ὡς δὲ ἕτεροί φασι, τοῦ Αὐγούστου Καίσαρος τῷ μηνὶ τούτῳ ἀποθανόντος οἱ Ῥωμαῖοι πρὸς τιμὴν αὐτοῦ Αὔγουστον τὸν μῆνα ὠνόμασαν. καὶ οὗτος δὲ ὁ Αὔγουστος Καῖσαρ, υἱὸς Ὀκταβίου, Ὀκταβιανὸς πρότερον ἐκαλεῖτο, ἐπ' ἀδελφῇ γαμβρὸς γενόμενος Γαίῳ Ἰουλίῳ τῷ Καίσαρι· μετὰ δὲ τὰ πολλὰ καὶ μεγάλα ἐκείνου τρόπαια πολλοῖς ὀνόμασιν ἐτιμᾶτο· οἱ μὲν γὰρ αὐτὸν ὠνόμαζον Κυρῖνον οἱονεὶ Ῥωμύλον, ἄλλοι Καίσαρα, ψήφῳ δὲ κοινῇ τῶν ἀρχιερέων καὶ τῆς βουλῆς Αὔγουστος