47
δυνατῶν.» «Ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. Καὶ ἀπεκρίθη Ἠλιοὺ, καὶ εἶπεν αὐτῷ· Εἰ ἄνθρωπος τοῦ Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐξ οὐρανοῦ, καὶ ἀναλώσει σε, καὶ τοὺς πεντήκοντά σου. Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν, καὶ τοὺς πεντήκοντα αὐτοῦ. Εἶπεν Ἠλιού· 95.1189 Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐξαπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῷ Βαὰλ μυῖαν θεὸν προσόχθισμα Ἀκκαρὼν, οὐχ οὕτως· ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσει ἀπ' αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.» «Ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων, Ἀπόλοιτο ἡ ἡμέρα ἐκείνη ἐν ᾖ, εἶπον ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ἐν ᾖ εἶπον· Ἰδοὺ ἄρσεν. Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσει αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθῃ ἐπ' αὐτὴν φέγγος. Ἐκλάβῃ δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. Ἐπέλθοι ἐπ' αὐτὴν γνόφος· καταραθείη ἡ ἡμέρα, καὶ ἡ νὺξ ἐκείνη. Ἐπενέγκαι αὐτὴν σκότος, μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέραν μηνῶν· ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, μηδὲ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη, μηδὲ χαρμονὴ, ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ εἰς φωτισμὸν μὴ ἔλθῃ, μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.» «Εἴησαν οἱ ἐχθροί μου, ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπανιστάμενοί μοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.» «Ἡμέρα συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσεται ἶσα νυκτί. Ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἐκσιφωνηθείη αὐτῶν ἡ ἰσχύς. «Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτῷ ἡ καταστροφή. Οἶδεν ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. Ἡμέρα δὲ αὐτοῦ σκοτεινή· ἀνάγκη δὲ αὐτὸν καὶ θλίψις καθέξει, ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων ὅτι ἦρεν χεῖρας ἐναντίον τοῦ Θεοῦ, ἐναντίον δὲ παντοκράτορος ἐτραχηλίασεν. Αὐλισθείη δὲ εἰς πόλεις ἐρήμους· εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. Ἃ δὲ ἐκεῖνοι ἐθέρισαν, ἄλλοι ἀποίσονται· οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. Οὐ μὴ βάλλῃ ἐπὶ τὴν γῆν σκιὰν, οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος. Τὸν βλαστὸν αὐτοῦ μαράνῃ ἄνομος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. Κενὰ ἀποβήσεται αὐτῷ. Ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκνάσῃ. Τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας· ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας· μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. Ἐν γαστρὶ λήψεται ὀδύνας· ἀποβήσεται αὐτῷ κενὰ, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλους.» «Φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ. Θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτῶν. Ἐμβέβληται ὁ ποῦς αὐτῶν ἐν παγίδι, καὶ ἐν δικτύῳ ἑλιχθείη. Ἔλθοισαν ἐπ' αὐτὸν παγίδες. Πτῶμα δὲ αὐτῷ ἑτοίμασται ἐξαίσιον. Κατέδεται τὰ ὡραῖα αὐτοῦ θάνατος· κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. Ὑποκάτωθεν αὐτοῦ αἱ ῥίζαι ξηρανθήσονται, καὶ ἐπάνωθεν αὐτοῦ ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. Τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς. Ἀπώσῃ αὐτὸν ἐκ φωτὸς εἰς σκόπος, οὐκ ἔσται σεσωσμένος εἰς τὴν ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι· οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος ὁ τόπος τῶν μὴ ἰδόντων τὸν Κύριον.» 95.1192 «Κρῖνον αὐτοὺς ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν.» «Αἰσχυνθείησαν, καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου.» «Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου.» «Μὴ οἰκτειρήσεις πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· μὴ ἀποκτείνῃς.» «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα.» «Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, ἐπὶ τὰ ἔθνη μὴ γινώσκοντά σε.» «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν.» «Οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν.» «Σύντριψον τὸν βραχίονα τοῦ