τεθλιμμένης εὐηρέστησαν τῷ κυρίῳ. ὁ Ἀβραάμ, πλούσιος κατὰ θεὸν καὶ κατὰ κόσμον, οὗτος ἑαυτὸν γῆν καὶ σποδὸν ὠνόμασε. καὶ ὁ ∆αβὶδ «ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ, σκώληξ εἰμί, φησί, καὶ οὐκ ἄνθρωπος». ὁμοίως πάντες οἱ προφῆται καὶ οἱ ἀπόστολοι κακουχούμενοι ἦσαν, διωκόμενοι, ὀνειδιζόμενοι. 6.2.6 Ὁ κύριός ἐστιν ἡ ὁδός· ἦλθεν οὐ δι' ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται. βασιλεὺς υἱὸς βασιλέως, θεὸς υἱὸς θεοῦ, βλέπε, εἰς ὁποίαν ἦλθε ταπείνωσιν, «μορφὴν δούλου λαβών». θεὸς ἦν, καὶ αὐτὸς ἐδίδου φάρμακα ἰαματικὰ καὶ ἐθεράπευε τοὺς τετραυματισμένους καὶ ἔξωθεν ὡς εἷς τῶν πεπληγμένων ἐφαίνετο. ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν οὕτως ἔξωθεν τεταπεινωμένον, ὅμοιον ἡμῶν. δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι' ἑαυτόν. νόησον ἐν ᾗ ὥρᾳ ἔκραζον· «σταύρωσον, σταύρωσον αὐτόν», καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος καὶ ἐξουδενωμένος παρὰ πάντας. 6.2.7 Καὶ ὥσπερ ἐν τοῖς φαινομένοις τούτοις, ἐὰν ᾖ κακοποιός τις καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ ὅλου δήμου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτω καὶ ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν κατηυτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. τότε πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, ἐπέθηκαν ἀκάνθινον στέφανον, ἐρράπιζον αὐτόν. γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτύσματος, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα». εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ ἐκ φύσεως βόρβορος, ὁ ἐκ φύσεως θνητός, ὅσα ἐὰν ταπεινωθῆς, οὐδὲν ὅμοιον τοῦ δεσπότου σου ἐποίησας. ὁ θεὸς ἑαυτὸν διὰ σὲ ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ' ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰ βάρη καὶ τὰς θλίψεις λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ πάθη, ἵνα δυνηθῇ τὸ τραῦμα σου ἰάσεως τυχεῖν; 6.3.1 Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι λίθους τιμίους. πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν, οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτηνται· οἱ δὲ διάκρισιν ἔχοντες ἢ σύνεσιν, οἴδασι καὶ τὰ νομίσματα δοκιμάσαι τὰ παραχαράξιμα. 6.3.2 Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀνυφοράτως αὐτὸ ἔχουσιν. οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι, ἀλλὰ πάντοτε ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς· οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν, ἀλλ' ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν. οὕτω καὶ σὺ 6.3.3 ἔχεις τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν. βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε· ταῦτα φθαρτά ἐστιν, περὶ ἐκείνου μοι μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου. δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει σοι ἐπιθυμίαν, εὐθέως εἰπέ· ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει ὀστέων νεκρῶν. βλέπεις πράγματα ἔνδοξα ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου πνευματικῶς οἰκοδόμησον καὶ πάντοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν. ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί σου, κύριε. τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ μηδέποτε ἀργήσῃς· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ εὐχή, ἀλλὰ πάντοτε αὐτὸ τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ. τοῦτο δὲ τὸ μέτρον μεγάλων καὶ τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, καὶ τότε εὔχονται 6.3.4 τῷ κυρίῳ. εἴ τις οὖν λέγει· ὅτι ὅτε μὲν κλίνω